[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — ca. 170 AD
1 Σέξστον Οὐηράνιον Κοΐντου Οὐηρανίου Εὐδή-
μου υἱὸν Κυρείνα Πρεῖσκον τὸν καὶ Εὔδημον
Ῥωμαῖον καὶ Ξάνθιον, πολειτευόμενον δὲ καὶ ἐν ταῖς
κατὰ Λυκίαν πόλεσι πάσαις, ἀρχιερέα Σεβαστῶν καὶ
5 γραμματέα Λυκίων, ἀγωνοθέτην ἰσολυμπίου πανη-
γύρεως ἐθνικῆς ἐν τῷ ἱερῷ, ἀγωνοθέτην τὸ τέταρτον
τῆς ἀγομένης πανηγύρεως ἐπὶ τῷ Σεβαστῷ Λητῴων,
πεποιημένον δωρεὰς εἴς τε πανηγύρεις καὶ κατασκευ-
ὰς δημοσίων ἔργων, ἄρξαντα τῆς πα[τρ]ίδος καὶ πρὸ τῆς
10 ἀρχιερωσύνης πλεονάκις τετειμημένον ὑπὸ τοῦ Λυ-
κίων ἔθνους καὶ ὑπὸ τῆς πατρίδος ταῖς κατ’ ἔτος
τειμαῖς, υἱὸν Οὐηρανίου Εὐδήμου πᾶσαν ἀρχὴν
τῇ πατρίδι τετελεκότος, πατέρα Οὐηρανίου Πρει-
σκιανοῦ παιδὸς ἐπ’ ἀ[γα]θαῖς ἔλπισιν αὐξομένου,
15 ἔγγονον Οὐηρανίου Εὐδήμου, ἀνε[ψ]ιὸν Οὐηρανίου Τλη̣-
πολέμου, θεῖον Κλαυδίου Τηλεμάχου, ἀρχιερέων
τῶν Σεβαστῶν καὶ γραμματέων Λυκίων, προγόνων
στρατηγῶν καὶ ἱππάρχων, ἄνδρα καλὸν καὶ ἀγαθὸν
καὶ φιλόπατριν λόγοις καὶ ἤθεσι καὶ ἁγνείᾳ διαφέροντα
20 Ξανθίων ἡ πόλις ἡ τοῦ Λυκίων ἔθνους μητρόπολις
τὸν ἴδιον πολείτην ἕνεκεν τῆς ἐν πᾶσιν ἀρετῆς.
Search Help
Contact Us