[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — ca. 170 AD
| 1 | Σέξστον Οὐηράνιον Κοΐντου Οὐηρανίου Εὐδή- |
| μου υἱὸν Κυρείνα Πρεῖσκον τὸν καὶ Εὔδημον | |
| Ῥωμαῖον καὶ Ξάνθιον, πολειτευόμενον δὲ καὶ ἐν ταῖς | |
| κατὰ Λυκίαν πόλεσι πάσαις, ἀρχιερέα Σεβαστῶν καὶ | |
| 5 | γραμματέα Λυκίων, ἀγωνοθέτην ἰσολυμπίου πανη- |
| γύρεως ἐθνικῆς ἐν τῷ ἱερῷ, ἀγωνοθέτην τὸ τέταρτον | |
| τῆς ἀγομένης πανηγύρεως ἐπὶ τῷ Σεβαστῷ Λητῴων, | |
| πεποιημένον δωρεὰς εἴς τε πανηγύρεις καὶ κατασκευ- | |
| ὰς δημοσίων ἔργων, ἄρξαντα τῆς πα[τρ]ίδος καὶ πρὸ τῆς | |
| 10 | ἀρχιερωσύνης πλεονάκις τετειμημένον ὑπὸ τοῦ Λυ- |
| κίων ἔθνους καὶ ὑπὸ τῆς πατρίδος ταῖς κατ’ ἔτος | |
| τειμαῖς, υἱὸν Οὐηρανίου Εὐδήμου πᾶσαν ἀρχὴν | |
| τῇ πατρίδι τετελεκότος, πατέρα Οὐηρανίου Πρει- | |
| σκιανοῦ παιδὸς ἐπ’ ἀ[γα]θαῖς ἔλπισιν αὐξομένου, | |
| 15 | ἔγγονον Οὐηρανίου Εὐδήμου, ἀνε[ψ]ιὸν Οὐηρανίου Τλη̣- |
| πολέμου, θεῖον Κλαυδίου Τηλεμάχου, ἀρχιερέων | |
| τῶν Σεβαστῶν καὶ γραμματέων Λυκίων, προγόνων | |
| στρατηγῶν καὶ ἱππάρχων, ἄνδρα καλὸν καὶ ἀγαθὸν | |
| καὶ φιλόπατριν λόγοις καὶ ἤθεσι καὶ ἁγνείᾳ διαφέροντα | |
| 20 | Ξανθίων ἡ πόλις ἡ τοῦ Λυκίων ἔθνους μητρόπολις |
| τὸν ἴδιον πολείτην ἕνεκεν τῆς ἐν πᾶσιν ἀρετῆς. |