[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — ca. 170 AD
1 | Σέξστον Οὐηράνιον Κοΐντου Οὐηρανίου Εὐδή- |
μου υἱὸν Κυρείνα Πρεῖσκον τὸν καὶ Εὔδημον | |
Ῥωμαῖον καὶ Ξάνθιον, πολειτευόμενον δὲ καὶ ἐν ταῖς | |
κατὰ Λυκίαν πόλεσι πάσαις, ἀρχιερέα Σεβαστῶν καὶ | |
5 | γραμματέα Λυκίων, ἀγωνοθέτην ἰσολυμπίου πανη- |
γύρεως ἐθνικῆς ἐν τῷ ἱερῷ, ἀγωνοθέτην τὸ τέταρτον | |
τῆς ἀγομένης πανηγύρεως ἐπὶ τῷ Σεβαστῷ Λητῴων, | |
πεποιημένον δωρεὰς εἴς τε πανηγύρεις καὶ κατασκευ- | |
ὰς δημοσίων ἔργων, ἄρξαντα τῆς πα[τρ]ίδος καὶ πρὸ τῆς | |
10 | ἀρχιερωσύνης πλεονάκις τετειμημένον ὑπὸ τοῦ Λυ- |
κίων ἔθνους καὶ ὑπὸ τῆς πατρίδος ταῖς κατ’ ἔτος | |
τειμαῖς, υἱὸν Οὐηρανίου Εὐδήμου πᾶσαν ἀρχὴν | |
τῇ πατρίδι τετελεκότος, πατέρα Οὐηρανίου Πρει- | |
σκιανοῦ παιδὸς ἐπ’ ἀ[γα]θαῖς ἔλπισιν αὐξομένου, | |
15 | ἔγγονον Οὐηρανίου Εὐδήμου, ἀνε[ψ]ιὸν Οὐηρανίου Τλη̣- |
πολέμου, θεῖον Κλαυδίου Τηλεμάχου, ἀρχιερέων | |
τῶν Σεβαστῶν καὶ γραμματέων Λυκίων, προγόνων | |
στρατηγῶν καὶ ἱππάρχων, ἄνδρα καλὸν καὶ ἀγαθὸν | |
καὶ φιλόπατριν λόγοις καὶ ἤθεσι καὶ ἁγνείᾳ διαφέροντα | |
20 | Ξανθίων ἡ πόλις ἡ τοῦ Λυκίων ἔθνους μητρόπολις |
τὸν ἴδιον πολείτην ἕνεκεν τῆς ἐν πᾶσιν ἀρετῆς. |