[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period — TAM II,2 496
See also:
1 | [Εὐ]κ̣λείδην τρὶς τοῦ Ἀπολλωνίου |
Ξάνθιον, ἄνδρα ἔνδοξον, ἐκ προγό- | |
ν̣ων βουλευτήν, ἄρξαντα τῇ πατρίδι | |
ἀγορανομίαν̣ πόλεως ∙ πρυταν̣εύσα̣[ν]- | |
5 | τα β καὶ ἐν ἐθν̣[ι]κῇ πανηγύρει ∙ γυμνασι- |
αρχήσαντα τῶν νέων β ∙ ἀγωνοθετή- | |
σαντα β τῶν πατρῴ<ω>ν θεῶν μεγίστην | |
καὶ ἐπώνυμον ἀρχήν, τειμηθέντα καὶ ὑπὸ | |
τῶν ἱερῶν ξυστικῆς τε καὶ θυμελικῆς συν̣- | |
10 | όδων εἰκόνι τε γραπτῇ καὶ ἀνδριάντος |
ἀναστάσει, ἱερατεύσαντα καὶ ταμιεύσαν- | |
τα τῶν πατρῴων θ̣εῶν, ταμείαν πόλε- | |
ως, ἐργεπιστατήσαντα τοῦ ἐν πόλει γυ- | |
μνασίου ∙ καὶ βωμοῦ χαλκέου τῶν πατρῴ- | |
15 | ων θεῶν, τελέσαντα δὲ καὶ τὰς λοιπὰς λει- |
τουργίας καὶ ὑπὲρ τῶν ἐγγόνων, vac. | |
Ξανθίων τῆς μητροπόλεως τοῦ Λυ- | |
κίων ἔθνους ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί- | |
μησεν τῷ ἀνδριάντι ἐπὶ τῇ τοῦ βίου αἰ- | |
20 | δήμονι καὶ κοσμίῳ ἀναστροφῇ καὶ |
ἐφ’ αἷς ἐτέλεσεν προγεγραμ- | |
μέναις φιλοτείμω<ς> ἀρχαῖς̣, | |
τὸν δὲ ἀνδριάντα ἀνεδέ- | |
ξατο ἐκ τῶν ἰδίων ἀναστή- | |
25 | σειν. |