[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period — TAM II,2 496
See also:
1 [Εὐ]κ̣λείδην τρὶς τοῦ Ἀπολλωνίου
Ξάνθιον, ἄνδρα ἔνδοξον, ἐκ προγό-
ν̣ων βουλευτήν, ἄρξαντα τῇ πατρίδι
ἀγορανομίαν̣ πόλεως ∙ πρυταν̣εύσα̣[ν]-
5 τα β καὶ ἐν ἐθν̣[ι]κῇ πανηγύρει ∙ γυμνασι-
αρχήσαντα τῶν νέων β ∙ ἀγωνοθετή-
σαντα β τῶν πατρῴ<ω>ν θεῶν μεγίστην
καὶ ἐπώνυμον ἀρχήν, τειμηθέντα καὶ ὑπὸ
τῶν ἱερῶν ξυστικῆς τε καὶ θυμελικῆς συν̣-
10 όδων εἰκόνι τε γραπτῇ καὶ ἀνδριάντος
ἀναστάσει, ἱερατεύσαντα καὶ ταμιεύσαν-
τα τῶν πατρῴων θ̣εῶν, ταμείαν πόλε-
ως, ἐργεπιστατήσαντα τοῦ ἐν πόλει γυ-
μνασίου ∙ καὶ βωμοῦ χαλκέου τῶν πατρῴ-
15 ων θεῶν, τελέσαντα δὲ καὶ τὰς λοιπὰς λει-
τουργίας καὶ ὑπὲρ τῶν ἐγγόνων, vac.
Ξανθίων τῆς μητροπόλεως τοῦ Λυ-
κίων ἔθνους ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί-
μησεν τῷ ἀνδριάντι ἐπὶ τῇ τοῦ βίου αἰ-
20 δήμονι καὶ κοσμίῳ ἀναστροφῇ καὶ
ἐφ’ αἷς ἐτέλεσεν προγεγραμ-
μέναις φιλοτείμω<ς> ἀρχαῖς̣,
τὸν δὲ ἀνδριάντα ἀνεδέ-
ξατο ἐκ τῶν ἰδίων ἀναστή-
25          σειν.
Search Help
Contact Us