[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — 196 BC — REG 109 (1996) 2-3 — LSM (1997) 499 Let 125
1 | [βασιλευόν]των Ἀντιόχου καὶ Ἀν̣τιόχου τοῦ υἱοῦ, {²vac.}² |
[(ἔτους) ϛιρʹ {²vac.}² μ]ηνὸς Γορπιείου, {²vac.}² ἐπ’ ἀ̣ρχιερέως Νικάνορος, | |
[ἐν δὲ Ξάνθ]ωι ἐφ’ ἱερέως τῶν μὲν βασιλέων Πρασί- | |
δου [τοῦ Νικ]οστράτου, πρὸ πόλεως δὲ Τληπολέμου | |
5 | τοῦ Ἀρ[ταπ]άτου, {²vac.}² ἔδοξεν Ξαν̣θίων τοῖς νέοις· ἐπει- |
δὴ Λύσων Δημοσθένου, πολιτευόμενος ὡς καθή- | |
κει τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν, καὶ πολλὰς | |
ἀποδείξεις τῆς τε πρὸς τὴν πόλιν εὐνοίας καὶ | |
τοὺς νέους πεποίηται ἐν τοῖς ἀναγκαιοτάτοις και- | |
10 | ροῖς ἀξίως αὑτοῦ τε καὶ τῆς τῶν προγόνων ἀνα- |
στροφ̣ῆς, ὧν ἕνεκεν καὶ ὑπὸ τῆς πόλεως τιμᾶται | |
ταῖς ἁρμοζούσαις [τ]ιμαῖς, {²vac.}² αἱρεθείς τε γυμνασί- | |
αρχος τῆς τε περὶ τ̣ὸ γυμνάσιον ἐπιμελείας | |
καὶ κατασκευῆς προέστη μετὰ πάσης ἐκτενεί- | |
15 | ας καὶ πολλὰ τῶν ἰδίων εἰσανηλώσας ἐκόσμη- |
σεν, προαιρούμενος οὐ μόνον τοῖς ἐν τῶι πολιτεύ- | |
ματι πεπραγμένοις αὐτῶι καλοῖς καὶ ἐνδόξοις ἀκό- | |
λουθος φαίνεσθα[ι], ἀλλὰ καὶ τοῖς ἐξ ἡμῶν ἐπιγινο- | |
μένοις ὑπόμνημ̣α καταλιπεῖν ἧς ἔσχεν αἱρέσε- | |
20 | ως πρὸς τὰ τῆι πα̣τ̣ρίδι συφέροντα καὶ τοὺς νέ- |
ους, ὅθεν καὶ ἡμεῖ[ς, ἐ]πιγνόντες τήν τε ἐν τοῖς ἐ- | |
πάνω χρόνοις περ[ὶ α]ὐτὸν καλοκἀγαθίαν καὶ τὸν [ἐ]- | |
νεστῶτα καιρὸν θε[ωρο]ῦ̣ντες προσδε̣[ό]μ̣ενον ἀν- | |
δρὸς ἀξίου καὶ δυνα[μέν]ου [δι]εξαγαγεῖν ἀνεγκλή- | |
25 | τως τὴν κατὰ τὸ γυ[μνάσιο]ν ἀρχήν, παρεκαλέσαμε[ν] |
αὐτὸν καὶ εἰς τ[ὸν ἐ]χόμενον ἐνιαυτὸν παρασχεῖσ- | |
θαι τὴν χρεία[ν, κ]αὶ ἐπιδόντος αὐτοῦ προθύμως εἱ- | |
[λόμεθα αὐτὸν γ]υμνασίαρχον· ἐπὶ οὖν ἐμ πᾶσιν | |
[τοῖς συμφέρου]σιν τῆι τε πόλει καὶ τοῖς νέοις ὁμοί- | |
30 | [ως τὴν αὐτὴν] προθυμίαν ἔχων οὐθενὸς ἀφίστα- |
[ται τῶν χρησί]μ̣ων, {²vac.}² ἀγαθῇ τύχηι δεδόχθαι ἐπαινέ- | |
[σαι Λύσωνα Δη]μοσθένου ἀρετῆς ἕνεκεν καὶ εὐνοί- | |
[ας ἧς ἔχων διατ]ελεῖ πρός τε τὴν πατρίδα καὶ τοὺς | |
[νέους καὶ τὰ τῶ]ν βασιλέων πράγματα· {²vac.}² τιμῆσαι δὲ | |
35 | [αὐτὸν καὶ εἰκ]όνι χαλκῆι καὶ ἀναθεῖναι αὐτὴν ἐν τῶι |
[γυμνασίωι] ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγρά%⁸¹- | |
[ψαι δὲ καὶ τὴν] ἐπιγραφὴν τήνδε· {²vac.}² Ξανθίων οἱ νέοι {²vac.}² {²vac.}² | |
[Λύσωνα Δη]μοσθένου γυμνασιαρχήσαντα ἐφ’ ἔτη | |
[δύο ἀρετῆ]ς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐτοὺς | |
40 | [καὶ τὴν πό]λιν· {²vac.}² ἱδρύσασθαι δὲ καὶ βωμοὺς δύο ἐν |
[τῶι ἐπιφανε]στάτωι τόπωι τοῦ γυμνασίου, τὸμ μὲν | |
[τοῦ Διὸς τοῦ Σ]ωτῆρος, τὸν δὲ ἄλλον τοῦ Λύσωνος {²vac.}² | |
[— — —c.11-12— — —], ἐφ’ ὧν θύσει Λύσων τε ἕως ἂν ζῆι ἢ ἄλ%⁸¹- | |
[λος ἀντ’ αὐτ]οῦ τῶι Διί, τὸν δὲ ἕτερον ὁ κατ’ ἐνιαυτὸν | |
45 | [αἱρούμενο]ς γυμνασίαρχος, παριστάντων τοῦ τε |
[κοινοῦ τῶν ν]έων καὶ τοῦ γυμνασιάρχου ἀπὸ τ̣ῆ̣ς̣ | |
[— — — —c.15— — — —] ΤΩ.[β]οῦς τρ̣ι̣ε̣τ̣[εῖ]ς̣ [δύο(?) — —] | |
[— — —] |