[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — 196 BC — REG 109 (1996) 2-3 — LSM (1997) 499 Let 125
1 [βασιλευόν]των Ἀντιόχου καὶ Ἀν̣τιόχου τοῦ υἱοῦ, {²vac.}²
[(ἔτους) ϛιρʹ {²vac.}² μ]ηνὸς Γορπιείου, {²vac.}² ἐπ’ ἀ̣ρχιερέως Νικάνορος,
[ἐν δὲ Ξάνθ]ωι ἐφ’ ἱερέως τῶν μὲν βασιλέων Πρασί-
δου [τοῦ Νικ]οστράτου, πρὸ πόλεως δὲ Τληπολέμου
5 τοῦ Ἀρ[ταπ]άτου, {²vac.}² ἔδοξεν Ξαν̣θίων τοῖς νέοις· ἐπει-
δὴ Λύσων Δημοσθένου, πολιτευόμενος ὡς καθή-
κει τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν, καὶ πολλὰς
ἀποδείξεις τῆς τε πρὸς τὴν πόλιν εὐνοίας καὶ
τοὺς νέους πεποίηται ἐν τοῖς ἀναγκαιοτάτοις και-
10 ροῖς ἀξίως αὑτοῦ τε καὶ τῆς τῶν προγόνων ἀνα-
στροφ̣ῆς, ὧν ἕνεκεν καὶ ὑπὸ τῆς πόλεως τιμᾶται
ταῖς ἁρμοζούσαις [τ]ιμαῖς, {²vac.}² αἱρεθείς τε γυμνασί-
αρχος τῆς τε περὶ τ̣ὸ γυμνάσιον ἐπιμελείας
καὶ κατασκευῆς προέστη μετὰ πάσης ἐκτενεί-
15 ας καὶ πολλὰ τῶν ἰδίων εἰσανηλώσας ἐκόσμη-
σεν, προαιρούμενος οὐ μόνον τοῖς ἐν τῶι πολιτεύ-
ματι πεπραγμένοις αὐτῶι καλοῖς καὶ ἐνδόξοις ἀκό-
λουθος φαίνεσθα[ι], ἀλλὰ καὶ τοῖς ἐξ ἡμῶν ἐπιγινο-
μένοις ὑπόμνημ̣α καταλιπεῖν ἧς ἔσχεν αἱρέσε-
20 ως πρὸς τὰ τῆι πα̣τ̣ρίδι συφέροντα καὶ τοὺς νέ-
ους, ὅθεν καὶ ἡμεῖ[ς, ἐ]πιγνόντες τήν τε ἐν τοῖς ἐ-
πάνω χρόνοις περ[ὶ α]ὐτὸν καλοκἀγαθίαν καὶ τὸν [ἐ]-
νεστῶτα καιρὸν θε[ωρο]ῦ̣ντες προσδε̣[ό]μ̣ενον ἀν-
δρὸς ἀξίου καὶ δυνα[μέν]ου [δι]εξαγαγεῖν ἀνεγκλή-
25 τως τὴν κατὰ τὸ γυ[μνάσιο]ν ἀρχήν, παρεκαλέσαμε[ν]
αὐτὸν καὶ εἰς τ[ὸν ἐ]χόμενον ἐνιαυτὸν παρασχεῖσ-
θαι τὴν χρεία[ν, κ]αὶ ἐπιδόντος αὐτοῦ προθύμως εἱ-
[λόμεθα αὐτὸν γ]υμνασίαρχον· ἐπὶ οὖν ἐμ πᾶσιν
[τοῖς συμφέρου]σιν τῆι τε πόλει καὶ τοῖς νέοις ὁμοί-
30 [ως τὴν αὐτὴν] προθυμίαν ἔχων οὐθενὸς ἀφίστα-
[ται τῶν χρησί]μ̣ων, {²vac.}² ἀγαθῇ τύχηι δεδόχθαι ἐπαινέ-
[σαι Λύσωνα Δη]μοσθένου ἀρετῆς ἕνεκεν καὶ εὐνοί-
[ας ἧς ἔχων διατ]ελεῖ πρός τε τὴν πατρίδα καὶ τοὺς
[νέους καὶ τὰ τῶ]ν βασιλέων πράγματα· {²vac.}² τιμῆσαι δὲ
35 [αὐτὸν καὶ εἰκ]όνι χαλκῆι καὶ ἀναθεῖναι αὐτὴν ἐν τῶι
[γυμνασίωι] ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγρά%⁸¹-
[ψαι δὲ καὶ τὴν] ἐπιγραφὴν τήνδε· {²vac.}² Ξανθίων οἱ νέοι {²vac.}² {²vac.}²
[Λύσωνα Δη]μοσθένου γυμνασιαρχήσαντα ἐφ’ ἔτη
[δύο ἀρετῆ]ς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐτοὺς
40 [καὶ τὴν πό]λιν· {²vac.}² ἱδρύσασθαι δὲ καὶ βωμοὺς δύο ἐν
[τῶι ἐπιφανε]στάτωι τόπωι τοῦ γυμνασίου, τὸμ μὲν
[τοῦ Διὸς τοῦ Σ]ωτῆρος, τὸν δὲ ἄλλον τοῦ Λύσωνος {²vac.}²
[— — —c.11-12— — —], ἐφ’ ὧν θύσει Λύσων τε ἕως ἂν ζῆι ἢ ἄλ%⁸¹-
[λος ἀντ’ αὐτ]οῦ τῶι Διί, τὸν δὲ ἕτερον ὁ κατ’ ἐνιαυτὸν
45 [αἱρούμενο]ς γυμνασίαρχος, παριστάντων τοῦ τε
[κοινοῦ τῶν ν]έων καὶ τοῦ γυμνασιάρχου ἀπὸ τ̣ῆ̣ς̣
[— — — —c.15— — — —] ΤΩ.[β]οῦς τρ̣ι̣ε̣τ̣[εῖ]ς̣ [δύο(?) — —]
[— — —]
Search Help
Contact Us