[ ]
Lycia, W. — Telmessos (Fethiye-Makri) — 184/3 BC — Clara Rhodos 2 (1932) 172,3; RFIC 60.1932.446,I — LSM (1997) 118 Tel 4
| 1 | [βασιλεύοντος] Εὐμένου Σωτῆρος (ἔτους) ιδ̣ʹ |
| [ἐφ’ ἱερέως — — —]ώρου μηνὸς Αὐδναίου βʹ, ἐ[κ]- | |
| [κλησίας κυρ]ί̣ας γενομένης, ἔδοξεν Τελ̣- | |
| [μεσσέων] τῆι πόλει καὶ τοῖς ἄρχουσι | |
| 5 | — — — — —ωρωι, Δαπάραι, Ἑρμοφάντωι· ἐπει- |
| [δὴ βασι]λεὺς Εὐμένης ὁ σωτὴρ καὶ εὐεργέ- | |
| [της ἡμ]ῶ̣ν ἀναδεξάμενος τὸν πόλεμον οὐ μ̣[ό]- | |
| [νον ὑπ]ὲ̣ρ τῶν ὑφ’ αὑτὸν τασσομένων ἀλλὰ καὶ | |
| [τῶν ἄ]λλων τῶν κατοικούντων τὴν Ἀσίαν ὑ- | |
| 10 | [πέστ]η τὸν κίνδυνον καὶ παρακαλέσας τοὺς |
| [θεο]ὺς καὶ διαγωνισάμενος πρός τε Προυσίαν̣ | |
| [κα]ὶ̣ Ὀρτιάγοντα καὶ τοὺς Γαλάτας καὶ τοὺς | |
| [συ]μμάχους αὐτῶν ἐνίκησεν ἐνδόξως καὶ | |
| [κ]αλῶς καὶ ὡς ἡμεῖς εὐχόμεθα τοῖς θεοῖς, ἀγα- | |
| 15 | θῆι τύχῆι, δεδόχθαι τῆι πόλει καὶ τοῖς ἄρχου- |
| σιν ἐπὶ τοῖς γεγενημένοις ἀγαθοῖς εὔχεσ- | |
| θαι μὲν τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἀν̣εωι̣γ̣- | |
| μένων τῶν ἱερῶν πάντων καὶ ε̣ἰς τὸ̣ λοιπὸ̣ν̣ δ̣[ι]- | |
| δόναι βασιλεῖ Εὐμένει νίκην καὶ κράτος καὶ | |
| 20 | κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῆι μητρὶ |
| βασιλίσσηι Ἀπολλωνίδι καὶ τοῖς ἀδ̣ε̣λφ̣ο̣ῖς | |
| αὐτοῦ, στεφανηφορῆσαι δὲ τοὺς πο̣λ̣ί̣τας | |
| καὶ τοὺς ἄλλους ἅπαντας καὶ θύσαντας | |
| χαριστήρια τοῖς θεοῖς εὐωχεῖσθαι ἐν τῆι | |
| 25 | [ἐκκλησί]α̣ι̣(?), εἰς τὸ λοιπὸν δὲ καθ’ ἕκαστον μῆ̣- |
| [να θυόντω] οἱ ἄρχοντες τῆι προτέραι, ἐν ἧι νε- | |
| [νίκηκεν ὁ βασιλ]ε̣ὺς, Διὶ Γενεθλίωι καὶ Ἀθηνᾶι Ν̣[ι]- | |
| [κηφόρωι, ἧι καὶ ἀνιέρ]ωσαν ἄλσο̣ς̣ κ̣α̣ὶ̣ [τέμενος] | |
| [ὅ τε βασιλεὺς Εὐμένης καὶ ὁ δῆμος τῶν Περγα]- | |
| 30 | [μηνῶν — — —] |