[ ]
Lycia (Kibyr.) — Boubon (Dikmen Tepe, S. of Ibecik) — Rom. Imp. period
1 | Βουβωνέω̣ν ἡ̣ β̣ουλὴ̣ κα̣ὶ̣ ὁ δῆ- |
μος ἐτείμη̣σ̣ε̣ν Ἀρτέμιον | |
Τρωίλου Ὀρέστου Β̣ο̣υβωνίδ[α] | |
γυναῖκα εὐγενίδα τάξεως τῶ[ν] | |
5 | πρωτευόντων τῆς πόλε̣ω̣ς̣ |
πατρὸς καὶ συ[νγ]ε̣νῶν ἀρξ̣[άν]- | |
των τῆς πατρίδος καὶ | |
τοῦ Λυκίων ἔθνους σώ- | |
φ̣ρονα φίλανδρον π[άσ]ῃ [ἀ]- | |
10 | ρ̣ετῇ κεκοσμημένην ἱερα- |
σαμένην̣ [τ]ῶν θεῶν Σεβασ- | |
τῶν μετὰ καὶ τοῦ ἀνδρὸς α[ὐ]- | |
τῆς Νεάρχου τρὶς τοῦ Μο̣- | |
λέσεος Βουβωνέος καὶ | |
15 | πολλὰ καὶ μεγάλα ἀνα̣λώ̣- |
σασαν τῇ πατρίδι. |