[ ]
Lycia (Kibyr.) — Boubon (Dikmen Tepe, S. of Ibecik) — 190 AD — AnnÉp (1979) 624
1 | Αὐτοκ̣ρ̣άτωρ Καῖσαρ, θεοῦ Μάρκου Ἀντωνείνο̣[υ] |
Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱός, | |
θεοῦ Εὐσεβοῦς υἱωνός, θεοῦ Ἁδριανοῦ ἔγγονος, | |
θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονος, | |
5 | Μᾶρκος Αὐρήλιος Κόμμοδος Ἀντωνεῖνος Εὐσεβὴς |
Εὐτυχὴς Σεβαστὸς Σαρματικὸς Γερμανικὸς μέγιστος | |
Βρεταννικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς | |
ἐξουσίας τὸ ιεʹ, αὐτοκράτωρ τὸ ηʹ, ὕπατος τὸ ϛʹ, | |
πατὴρ πατρίδος Βουβωνέων τοῖς ἄρχουσιν καὶ τῇ | |
10 | βουλῇ καὶ τῷ δήμῳ χαίρειν. |
καὶ ὑμᾶς τῆς προθυμίας καὶ τῆς ἀνδρείας ἐπῄνεσα | |
καὶ τὴν κοινὴν βουλὴν τοῦ Λυκίων ἔθνους ἀπεδεξά- | |
μην, ὑμᾶς μὲν σὺν τοσαύτῃ τῇ προθυμίᾳ ὁρμήσαντας | |
ἐπὶ τὴν τῶν λῃστῶν σύνλημψιν καὶ περιγενομένους | |
15 | γε αὐτῶν καὶ τοὺς μὲν ἀποκτείναντας, τοὺς δὲ καὶ |
ζωγρήσαντας· ἐπὶ τούτοις δὲ τὸ κοινὸν τῶν Λυκί- | |
ων ὀρθῶς ἐποίησεν τειμὴν τὴν προσήκουσαν | |
ἀπονεῖμαν ὑμεῖν καὶ τὴν μίαν ψῆφον προσ- | |
θέν, ὅθεν ἠμέλλετε ἐνδοξότεροι γενήσεσ- | |
20 | θε, προθυμοτέρους δὲ καὶ τοὺς ἄλλους ἀπειργά- |
σατο πρὸς τὰ τοιαῦτα τῶν ἀνδραγαθημάτων. | |
ἐκύρωσα δὴ καὶ αὐτὸς τὴν γνώμην τοῦ κοι- | |
νοῦ βουλεύματος καὶ ἐπέτρεψα ὑμεῖν τοῦ | |
λοιποῦ ἐν ταῖς τριψήφοις τῶν πόλεων καταρι- | |
25 | θ̣μεῖσθαι. ἐπρέσβευσεν Μελέαγρος δὶς |
τοῦ Ἀρτέμωνος. εὐτυχεῖτε. |