[ ]
Lycia (Kibyr.) — Boubon (Dikmen Tepe, S. of Ibecik) — 190 AD — AnnÉp (1979) 624
| 1 | Αὐτοκ̣ρ̣άτωρ Καῖσαρ, θεοῦ Μάρκου Ἀντωνείνο̣[υ] |
| Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱός, | |
| θεοῦ Εὐσεβοῦς υἱωνός, θεοῦ Ἁδριανοῦ ἔγγονος, | |
| θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονος, | |
| 5 | Μᾶρκος Αὐρήλιος Κόμμοδος Ἀντωνεῖνος Εὐσεβὴς |
| Εὐτυχὴς Σεβαστὸς Σαρματικὸς Γερμανικὸς μέγιστος | |
| Βρεταννικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς | |
| ἐξουσίας τὸ ιεʹ, αὐτοκράτωρ τὸ ηʹ, ὕπατος τὸ ϛʹ, | |
| πατὴρ πατρίδος Βουβωνέων τοῖς ἄρχουσιν καὶ τῇ | |
| 10 | βουλῇ καὶ τῷ δήμῳ χαίρειν. |
| καὶ ὑμᾶς τῆς προθυμίας καὶ τῆς ἀνδρείας ἐπῄνεσα | |
| καὶ τὴν κοινὴν βουλὴν τοῦ Λυκίων ἔθνους ἀπεδεξά- | |
| μην, ὑμᾶς μὲν σὺν τοσαύτῃ τῇ προθυμίᾳ ὁρμήσαντας | |
| ἐπὶ τὴν τῶν λῃστῶν σύνλημψιν καὶ περιγενομένους | |
| 15 | γε αὐτῶν καὶ τοὺς μὲν ἀποκτείναντας, τοὺς δὲ καὶ |
| ζωγρήσαντας· ἐπὶ τούτοις δὲ τὸ κοινὸν τῶν Λυκί- | |
| ων ὀρθῶς ἐποίησεν τειμὴν τὴν προσήκουσαν | |
| ἀπονεῖμαν ὑμεῖν καὶ τὴν μίαν ψῆφον προσ- | |
| θέν, ὅθεν ἠμέλλετε ἐνδοξότεροι γενήσεσ- | |
| 20 | θε, προθυμοτέρους δὲ καὶ τοὺς ἄλλους ἀπειργά- |
| σατο πρὸς τὰ τοιαῦτα τῶν ἀνδραγαθημάτων. | |
| ἐκύρωσα δὴ καὶ αὐτὸς τὴν γνώμην τοῦ κοι- | |
| νοῦ βουλεύματος καὶ ἐπέτρεψα ὑμεῖν τοῦ | |
| λοιποῦ ἐν ταῖς τριψήφοις τῶν πόλεων καταρι- | |
| 25 | θ̣μεῖσθαι. ἐπρέσβευσεν Μελέαγρος δὶς |
| τοῦ Ἀρτέμωνος. εὐτυχεῖτε. |