[ ]
Pisid. — Adada (Karabavullu): Sülüklü Kale — CIG 4379o
| 1 | δέσποτα Ἄπολλον καὶ Ἑρμεία, ἡγεῖσθαι |
| Ἀντίοχος καὶ Βιάνωρ, παροδείτα, ἵσδε<ν> καὶ | |
| χρησμῶν ἀρετῆς ἀπόλαυσον· ἡμεῖν | |
| γὰρ ἐκ προγόνων μαντοσύνην τὴν οἱ πό<ρ>- | |
| 5 | ε Φοῖβος Ἀπόλλων· |
| ἅπαντα πράξις {²⁶πράξεις}²⁶ καὶ [δι(?)]οικήσεις καλῶς· | |
| βοηθὸν ἕξεις μετὰ Τύχης τὸν Πύθιον· | |
| γλυκὺς μελίσσης καρπὸς· ἔ[τ]ι πλεί[ων] π[ό]νος(?). | |
| δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενής· | |
| 10 | εὔοδά σοι πάντ’ ἐστι καὶ ἀσφαλῆ <π>ερὶ ὧν μ’ ἐπερ<ω>τᾷς |
| ζῆσαι προσεύχου, τοῦτο γὰρ πραχθήσετε {²⁶πραχθήσεται}²⁶· | |
| ἢ μὴ προαίρου τοὔργον ἢ τολμῶν ποίει· | |
| θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις· | |
| ἵνα μή <τι> μέμψῃ τὸ παρὸν ἥσυχος μένε· | |
| 15 | κλύδων θαλάσσης μαίνετε {²⁶μαίνεται}²⁶ καὶ παύεται· |
| λύπης πέπαυσο, προ<σ>δέχου λοιπὸν χαράν· | |
| μοχθεῖν ἀνάν[κ]η, μεταβολὴ [δ]’ ἔστε {²⁶ἔσται}²⁶ καλή· | |
| νεικηφόρον δώρημα τὸν χρησμὸν στρ<έ>φε[ι]· | |
| ξηρῶν ἀπὸ κλάδων καρπὸν οὐκ ἔστιν λαβεῖν· | |
| 20 | ὅταν ἀμελήσῃς σεαυτὸν [α]ἰ[ὼν ἀβ]ίωτος· |
| πειρῶ διὰ μέ[τρον] πάντα, μὴ βί[ᾳ, νέμ]ειν· | |
| ῥόδ[ῳ] παρόμ[οιον π]ρᾶξις ἔν[δικος πα]ρόν. | |
| συνοχῇ ΤΙΝΕϹ․[․]․Ε[․․]․Ω[․․․]ΙΩΝϹΚΟΠΙ | |
| τειμῶν τὸ θεῖον τὴν συν[είδ]ησιν τρέφεις· | |
| 25 | ὑπόσχεσιν τὸ πράγμα γεννέαν {²⁶γενναίαν}²⁶ ἔχει· |
| φαύλως τι πράξας μετὰ χρόνον μένψῃ θε<οῖ>ς· | |
| χρυσοῦν ποιήσεις χρησμὸν ἐπιτυχ[ώ]ν, ξένε· | |
| ψαῦσέ {²⁶ψαῦσαί}²⁶ τις ἄστρων ἐπιποθῶν διεσφάλη· | |
| 30 | ὥραις δὲ ἔστα<ι τ>α[ῦ]τ[α, ἀ]λ[η]θείη δὲ πρὸς ἔστ[ε {²⁶ἔσται}²⁶]. |