[ ] Pisid. — Adada (Karabavullu): Sülüklü Kale — CIG 4379o
1 δέσποτα Ἄπολλον καὶ Ἑρμεία, ἡγεῖσθαι
Ἀντίοχος καὶ Βιάνωρ, παροδείτα, ἵσδε<ν> καὶ
χρησμῶν ἀρετῆς ἀπόλαυσον· ἡμεῖν
γὰρ ἐκ προγόνων μαντοσύνην τὴν οἱ πό<ρ>-
5  ε Φοῖβος Ἀπόλλων·
ἅπαντα πράξις {²⁶πράξεις}²⁶ καὶ [δι(?)]οικήσεις καλῶς·
BOHQO\N E(/CEIS META\ *TU/XHS TO\N *PU/QION:
γλυκὺς μελίσσης καρπὸς· ἔ[τ]ι πλεί[ων] π[ό]νος(?).
δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενής·
10 εὔοδά σοι πάντ’ ἐστι καὶ ἀσφαλῆ <π>ερὶ ὧν μ’ ἐπερ<ω>τᾷς
ζῆσαι προσεύχου, τοῦτο γὰρ πραχθήσετε {²⁶πραχθήσεται}²⁶·
ἢ μὴ προαίρου τοὔργον ἢ τολμῶν ποίει·
θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις·
ἵνα μή <τι> μέμψῃ τὸ παρὸν ἥσυχος μένε·
15 κλύδων θαλάσσης μαίνετε {²⁶μαίνεται}²⁶ καὶ παύεται·
λύπης πέπαυσο, προ<σ>δέχου λοιπὸν χαράν·
μοχθεῖν ἀνάν[κ]η, μεταβολὴ [δ]’ ἔστε {²⁶ἔσται}²⁶ καλή·
νεικηφόρον δώρημα τὸν χρησμὸν στρ<έ>φε[ι]·
ξηρῶν ἀπὸ κλάδων καρπὸν οὐκ ἔστιν λαβεῖν·
20 ὅταν ἀμελήσῃς σεαυτὸν [α][ὼν ἀβ]ίωτος·
πειρῶ διὰ μέ[τρον] πάντα, μὴ βί[ᾳ, νέμ]ειν·
ῥόδ[ῳ] παρόμ[οιον π]ρᾶξις ἔν[δικος πα]ρόν.
συνοχῇ ΤΙΝΕϹ․[․]․Ε[․․]․Ω[․․․]ΙΩΝϹΚΟΠΙ
τειμῶν τὸ θεῖον τὴν συν[είδ]ησιν τρέφεις·
25 ὑπόσχεσιν τὸ πράγμα γεννέαν {²⁶γενναίαν}²⁶ ἔχει·
φαύλως τι πράξας μετὰ χρόνον μένψῃ θε<οῖ>ς·
χρυσοῦν ποιήσεις χρησμὸν ἐπιτυχ[ώ]ν, ξένε·
ψαῦσέ {²⁶ψαῦσαί}²⁶ τις ἄστρων ἐπιποθῶν διεσφάλη·
30 ὥραις δὲ ἔστα<ι τ>α[ῦ]τ[α, ἀ]λ[η]θείη δὲ πρὸς ἔστ[ε {²⁶ἔσται}²⁶].
Search Help
Contact Us