[ ]
Pisid. — Anaboura (Enevre): Ördekçi
A.1 | Ἀναβουρέ- |
ων ὁ δῆμος | |
Ἄτταλον Βιάνο- | |
ρος φιλόπατρι- | |
5 | ν εὐβοσιάρχη- |
ν κτίστην εὐερ- | |
γέτην πάσης ἀ- | |
ρετῆς καὶ εὐ- | |
νοίας τῆς εἰς | |
10 | τὸν δῆμον ἕ- |
νεκεν. ❦ | |
B.1 | — — —Ν |
— — —ΙΗ | |
— — —ΗΝ | |
— — —Ο | |
5 | — — —Ρ̣ΙΝ |
— — —Ν | |
— — —Γ | |
— — —Ε | |
C.1 | [․․]ϹΙΑΙΙ[— — — — — — — — — —]εφε[ξ]ει |
[․]ΙΙΜΑΗΙΙ[․․․]ΟϹ[— — —] χρησμὸς ὅδ’ αὐδᾷ | |
καὶ φεύξῃ νοῦσ[ον] ΜΑ[․․․․․] καὶ Α[․․․]ΙΑΗϹΕΙϹ | |
καιρὸν ᾀ[δ]όμενον ΖΟ․․Ι [λ]ήξειν θεὸς αὐδᾷ | |
5 | κβʹ. αϛϛϛγ. Μοιρῶν ἐπιφανῶν. |
μοῦνος μὲν χεῖος, τρεῖς δ’ ἑξεῖται, τρι’ ὁ πέμπτος· | |
εἰ<ς> στόμα μηδ’ εἰς τὴν χεῖρα [α]ὐ[δ]ῶ(?) μὴ σοί τι γένηται· | |
δυσχερὲς οὐθὲν γὰρ πιστὸν, θ[άρ]σει συναινεῖν· | |
10 | ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμοῦ· |
κβʹ. ϛδδδδ. Ποσειδῶνος. | |
[ἑ]ξείτης ἂν εἷς καὶ τέσσαρα πάντες ἐφεξῆς· | |
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι | |
ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄδηλος | |
μηδὲ βιάζου θνητὸς ἐὼν θεὸν ὃς σέ τι βλάψει· | |
15 | κβʹ. ϛ[ϛ]δγγ. Ἄρε<ω>ς θουρίου. |
εἰ δὲ δύο ἑξεῖται, εἷς τέσσαρα καὶ δύο τρεῖοι· | |
καὶ βαίνειν μέλλεις, ξένε, τήνδε γὰρ αὐδῶ | |
αἴθων ἐ<ν> χώροισι λέων μέγας ὃν πεφύλα[ξ]ο, | |
δεινὸς ἄπρακτος ὁ χρησμὸς, ἐπ’ ἡσυχίῃ δ’ ἀνάμεινον· | |
20 | κγʹ. αϛϛϛδ. Ἀθηνᾶς· |
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρ’ ὁ πέμπτος. | |
Παλλάδ’ Ἀθηναίην τείμα καὶ πάντα σοὶ ἔσται | |
ὅσσα θέλεις καί σοι τὰ δεδόγμενα πάντα τελεῖται, | |
[λύ]σει δ’ ἐκ δεσμῶν καὶ τὸν νοσέοντ’ ἀνασώσει. | |
25 | κ[γʹ. ϛϛ]δδγ. Εὐφροσύνης. |
εἰ δὲ δύο ἑξεῖται, δύο τέσσαρα καὶ τρι’ ὁ πέμπτος· | |
στέλλε’ ὅπ[ου σοὶ θυμό]ς· ἰδὼν σὺ γὰρ οἴκαδ’ ἀφίξῃ | |
εὑρὼν καὶ πράξας ὁσάπερ φρεσὶ σῇσι μενοινᾷς· | |
εὐφροσύνη[ς δ’ ἄρ]α πάντ’ ἔσται, σὺ δὲ μή τι φοβηθῇς· | |
30 | [κ]δʹ. ϛϛϛ[γγ]. Ἀπόλλωνος Πυθίου. |
[τρεῖς δ’ ἑξεῖται καὶ δύο τρεῖοι μ]άνθαν’ ἀκουά[ν]. | |
μεῖνον [μὴ πρ]άξῃς, Φοίβου χρησμοῖσι δὲ πείθου· | |
[ἄ]μεινον Ε[․․]ΑΙΙΟ[․․․․․] σοι γὰρ παντ’ ἐπιτεύξῃ | |
[— — — — — — — — — — — — — — — —]ΝΥϹτα βλάψεις | |
D.1 | κδʹ. δδδϛϛ. Κρόνου τεκνοφάγου. |
τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται, τάδε τοι θεὸς αὐδᾷ· | |
μίμνε [δ]όμων ἐπὶ σῶν, μηδ’ ἄλλοθι βαῖνε, | |
μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἔνγυθεν ἔλθῃ· | |
5 | οὐ γὰρ ὁρῶ πρᾶξιν τήνδ’ ἀσφαλῆ, ἀλλ’ ἐπίμεινον. |
κεʹ. δϛϛϛγ. Μηνὸς φωσφόρου. | |
τέσσαρα δ’ εἷς πείπτων, τρεῖς δ’ ἑξεῖται τρι’ ὁ πέμπτος· | |
θάρσε<ι>, καιρὸν ἔχεις, πράξεις δ’ ἃ θέλεις, ἐπιτεύξῃ | |
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχει καρπόν τιν’ ὁ μόχθος | |
10 | ἔργον δ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε. |
κεʹ. ϛϛϛϛα. Μητρὸς θεῶν. | |
τέσσαρες ἑξεῖται καὶ χεῖος μάνθαν’ ἀκουά[ν]· | |
ὡς ἀρνῶν κρατέουσι λύκοι κρατεροί τε λ[έοντες] | |
βοῦς ἕλικας, πάντων τούτων δ’ ἔτι καὶ [θάνατος σὺ], | |
15 | καὶ πάντα σοί ἐστιν ὅσσ’ ἐπερωτᾷς σὺ [— — —]. |
κϛʹ. ϛϛϛδδʹ. Διὸς κατα[χθονίου]. | |
τρεῖς ὅμου ἑξεῖται, δύο τέσσαρα [χρησμὸς ὅ]δ’ αὐδᾷ· | |
ἡ πρᾶξις κωλύματ’ ἔχει, μὴ σπεύ[δεο ἀ]λλ’ ἀνάμεινον· | |
λυπηρά τις ὁδὸς καὶ ἄμ[ισθος, σπ]εῦδε, προσίκτη, | |
20 | ὠνεῖσθαι χαλεπὸν [․․․․․․]ΝΤΙΘΕ κάρος ἔσται· |
κζʹ. ϛϛϛϛγ. [Ἀφρ]οδίτης οὐρανίας. | |
τέσσαρες ἑξεῖτ[αι καὶ τρι’] ὁ πέμπτος μάνθαν’ ἀκουάν. | |
οὐρανόπαις [Ἀφρ]οδείτη ἐρώτων πότνια σεμνὴ | |
πέμψει μ[αντ]είαν ἀγαθὴν, δώσει τε ὁδόν τοι | |
25 | [ἔκφευξί]ν [τ]ε πόνων καὶ φροντίδος ἄλγεσι θύμου. |
κηʹ. ϛϛϛϛδ. Βλάβης. | |
τέσσαρες ἑξεῖται καὶ τέσσαρα πείπτοντος ὁ πείπτων· | |
οὐκ ἔστιν πρᾶξις τι, μάτην σπεύδεις, ἀλλ’ ἀνάμεινον, | |
μή σοι σπεύδοντι βλάβος τι γένηται ἀπ’ αὐτῆς. | |
30 | δύσμαχός ἐστιν ὁδὸς καὶ ἀκερδὴς οὐδὲ προσητῆ(?) {²⁶προσιτέα}²⁶ |
λʹ. ϛϛϛϛϛ. Ἑρμοῦ τετραγωνείτον. | |
πάντες ὅμου ἑξεῖται, Φοίβου φωνῆς ἐπάκουσ[ον]· | |
μὴ βαῖν[ε], μέλλεις Ο̣ΑΦ̣Ϲ̣Ι̣Ν̣Ω̣ [ἀλ]λ’ [ἀν]άμεινον· | |
αἰσχρὸν γὰρ σοι κῦδος ὁρῶ περὶ ὧν μ’ ἐπερωτᾷς, | |
35 | ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμ[οῦ]. |