[ ]
Pisid. — Anaboura (Enevre): Ördekçi
| A.1 | Ἀναβουρέ- |
| ων ὁ δῆμος | |
| Ἄτταλον Βιάνο- | |
| ρος φιλόπατρι- | |
| 5 | ν εὐβοσιάρχη- |
| ν κτίστην εὐερ- | |
| γέτην πάσης ἀ- | |
| ρετῆς καὶ εὐ- | |
| νοίας τῆς εἰς | |
| 10 | τὸν δῆμον ἕ- |
| νεκεν. ❦ | |
| B.1 | — — —Ν |
| — — —ΙΗ | |
| — — —ΗΝ | |
| — — —Ο | |
| 5 | — — —Ρ̣ΙΝ |
| — — —Ν | |
| — — —Γ | |
| — — —Ε | |
| C.1 | [․․]ϹΙΑΙΙ[— — — — — — — — — —]εφε[ξ]ει |
| [․]ΙΙΜΑΗΙΙ[․․․]ΟϹ[— — —] χρησμὸς ὅδ’ αὐδᾷ | |
| καὶ φεύξῃ νοῦσ[ον] ΜΑ[․․․․․] καὶ Α[․․․]ΙΑΗϹΕΙϹ | |
| καιρὸν ᾀ[δ]όμενον ΖΟ․․Ι [λ]ήξειν θεὸς αὐδᾷ | |
| 5 | κβʹ. αϛϛϛγ. Μοιρῶν ἐπιφανῶν. |
| μοῦνος μὲν χεῖος, τρεῖς δ’ ἑξεῖται, τρι’ ὁ πέμπτος· | |
| εἰ<ς> στόμα μηδ’ εἰς τὴν χεῖρα [α]ὐ[δ]ῶ(?) μὴ σοί τι γένηται· | |
| δυσχερὲς οὐθὲν γὰρ πιστὸν, θ[άρ]σει συναινεῖν· | |
| 10 | ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμοῦ· |
| κβʹ. ϛδδδδ. Ποσειδῶνος. | |
| [ἑ]ξείτης ἂν εἷς καὶ τέσσαρα πάντες ἐφεξῆς· | |
| εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι | |
| ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄδηλος | |
| μηδὲ βιάζου θνητὸς ἐὼν θεὸν ὃς σέ τι βλάψει· | |
| 15 | κβʹ. ϛ[ϛ]δγγ. Ἄρε<ω>ς θουρίου. |
| εἰ δὲ δύο ἑξεῖται, εἷς τέσσαρα καὶ δύο τρεῖοι· | |
| καὶ βαίνειν μέλλεις, ξένε, τήνδε γὰρ αὐδῶ | |
| αἴθων ἐ<ν> χώροισι λέων μέγας ὃν πεφύλα[ξ]ο, | |
| δεινὸς ἄπρακτος ὁ χρησμὸς, ἐπ’ ἡσυχίῃ δ’ ἀνάμεινον· | |
| 20 | κγʹ. αϛϛϛδ. Ἀθηνᾶς· |
| εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρ’ ὁ πέμπτος. | |
| Παλλάδ’ Ἀθηναίην τείμα καὶ πάντα σοὶ ἔσται | |
| ὅσσα θέλεις καί σοι τὰ δεδόγμενα πάντα τελεῖται, | |
| [λύ]σει δ’ ἐκ δεσμῶν καὶ τὸν νοσέοντ’ ἀνασώσει. | |
| 25 | κ[γʹ. ϛϛ]δδγ. Εὐφροσύνης. |
| εἰ δὲ δύο ἑξεῖται, δύο τέσσαρα καὶ τρι’ ὁ πέμπτος· | |
| στέλλε’ ὅπ[ου σοὶ θυμό]ς· ἰδὼν σὺ γὰρ οἴκαδ’ ἀφίξῃ | |
| εὑρὼν καὶ πράξας ὁσάπερ φρεσὶ σῇσι μενοινᾷς· | |
| εὐφροσύνη[ς δ’ ἄρ]α πάντ’ ἔσται, σὺ δὲ μή τι φοβηθῇς· | |
| 30 | [κ]δʹ. ϛϛϛ[γγ]. Ἀπόλλωνος Πυθίου. |
| [τρεῖς δ’ ἑξεῖται καὶ δύο τρεῖοι μ]άνθαν’ ἀκουά[ν]. | |
| μεῖνον [μὴ πρ]άξῃς, Φοίβου χρησμοῖσι δὲ πείθου· | |
| [ἄ]μεινον Ε[․․]ΑΙΙΟ[․․․․․] σοι γὰρ παντ’ ἐπιτεύξῃ | |
| [— — — — — — — — — — — — — — — —]ΝΥϹτα βλάψεις | |
| D.1 | κδʹ. δδδϛϛ. Κρόνου τεκνοφάγου. |
| τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται, τάδε τοι θεὸς αὐδᾷ· | |
| μίμνε [δ]όμων ἐπὶ σῶν, μηδ’ ἄλλοθι βαῖνε, | |
| μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἔνγυθεν ἔλθῃ· | |
| 5 | οὐ γὰρ ὁρῶ πρᾶξιν τήνδ’ ἀσφαλῆ, ἀλλ’ ἐπίμεινον. |
| κεʹ. δϛϛϛγ. Μηνὸς φωσφόρου. | |
| τέσσαρα δ’ εἷς πείπτων, τρεῖς δ’ ἑξεῖται τρι’ ὁ πέμπτος· | |
| θάρσε<ι>, καιρὸν ἔχεις, πράξεις δ’ ἃ θέλεις, ἐπιτεύξῃ | |
| εἰς ὁδὸν ὁρμηθῆναι· ἔχει καρπόν τιν’ ὁ μόχθος | |
| 10 | ἔργον δ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε. |
| κεʹ. ϛϛϛϛα. Μητρὸς θεῶν. | |
| τέσσαρες ἑξεῖται καὶ χεῖος μάνθαν’ ἀκουά[ν]· | |
| ὡς ἀρνῶν κρατέουσι λύκοι κρατεροί τε λ[έοντες] | |
| βοῦς ἕλικας, πάντων τούτων δ’ ἔτι καὶ [θάνατος σὺ], | |
| 15 | καὶ πάντα σοί ἐστιν ὅσσ’ ἐπερωτᾷς σὺ [— — —]. |
| κϛʹ. ϛϛϛδδʹ. Διὸς κατα[χθονίου]. | |
| τρεῖς ὅμου ἑξεῖται, δύο τέσσαρα [χρησμὸς ὅ]δ’ αὐδᾷ· | |
| ἡ πρᾶξις κωλύματ’ ἔχει, μὴ σπεύ[δεο ἀ]λλ’ ἀνάμεινον· | |
| λυπηρά τις ὁδὸς καὶ ἄμ[ισθος, σπ]εῦδε, προσίκτη, | |
| 20 | ὠνεῖσθαι χαλεπὸν [․․․․․․]ΝΤΙΘΕ κάρος ἔσται· |
| κζʹ. ϛϛϛϛγ. [Ἀφρ]οδίτης οὐρανίας. | |
| τέσσαρες ἑξεῖτ[αι καὶ τρι’] ὁ πέμπτος μάνθαν’ ἀκουάν. | |
| οὐρανόπαις [Ἀφρ]οδείτη ἐρώτων πότνια σεμνὴ | |
| πέμψει μ[αντ]είαν ἀγαθὴν, δώσει τε ὁδόν τοι | |
| 25 | [ἔκφευξί]ν [τ]ε πόνων καὶ φροντίδος ἄλγεσι θύμου. |
| κηʹ. ϛϛϛϛδ. Βλάβης. | |
| τέσσαρες ἑξεῖται καὶ τέσσαρα πείπτοντος ὁ πείπτων· | |
| οὐκ ἔστιν πρᾶξις τι, μάτην σπεύδεις, ἀλλ’ ἀνάμεινον, | |
| μή σοι σπεύδοντι βλάβος τι γένηται ἀπ’ αὐτῆς. | |
| 30 | δύσμαχός ἐστιν ὁδὸς καὶ ἀκερδὴς οὐδὲ προσητῆ(?) {²⁶προσιτέα}²⁶ |
| λʹ. ϛϛϛϛϛ. Ἑρμοῦ τετραγωνείτον. | |
| πάντες ὅμου ἑξεῖται, Φοίβου φωνῆς ἐπάκουσ[ον]· | |
| μὴ βαῖν[ε], μέλλεις Ο̣ΑΦ̣Ϲ̣Ι̣Ν̣Ω̣ [ἀλ]λ’ [ἀν]άμεινον· | |
| αἰσχρὸν γὰρ σοι κῦδος ὁρῶ περὶ ὧν μ’ ἐπερωτᾷς, | |
| 35 | ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμ[οῦ]. |