[ ]
Pisid. — Selge (Altinkaya--Zerk) — ca. 222-235 AD
— — — | |
1 | ἐτείμησαν |
Αὐρηλίαν Ξενωνιανὴν Μαιδάτην̣ | |
Αρσα Καλλιμάχου, φύσει Λιμναίου, φ[ι]- | |
λόπατριν, ἱεραφάντριαν, ἱέρειαν̣ Τ̣ύ̣— | |
5 | χης τῆς πόλεως διὰ βίου, γυναῖκα γε- |
νομένην Πουπλίου Πλανκίο̣[υ Μαγνι]- | |
ανοῦ Ξένωνος, τειμηθεῖσαν̣ [πολ]- | |
λάκις τειμαῖς πάσαις ἐπί τε φιλ[αν]- | |
δρίᾳ καὶ σωφροσύνῃ καὶ φιλοτεκ[νί]- | |
10 | ᾳ, ἀγωνοθετήσασαν μετὰ τοῦ ἀν- |
δρὸς τάχειον μὲν ἀγῶνος πολ[ει]- | |
τικοῦ θέμιδος <․ʹ>, μετὰ δὲ τοῦτο ἀγω- | |
νοθετεῖν καὶ προκαθέζεσθαι ἀγ[ῶ]- | |
νος πενταετηρικοῦ οἰκουμενι- | |
15 | κοῦ Καισαρείου Κεσβελίου ․ν․ωνείου. |
τὸν δὲ ἀνδριάντα ἀνέστησαν | |
Πουπλία Πλανκία Αὐρηλία Μα- | |
γνιανὴ Μοτοξαρις ἀχιέρεια τ[ῶν] | |
Σεβαστῶν καὶ Πούπλιος Πλά[ν]- | |
20 | κιος Μαγνιανὸς Αἰλιανὸς Ἄρ[ρι]- |
ος Περικλῆς τῆς φιλοτέκνου | |
α[ὐ]τῶν μητρός. |