[ ]
Pisid. — Selge (Altinkaya--Zerk) — ca. 222-235 AD
| — — — | |
| 1 | ἐτείμησαν |
| Αὐρηλίαν Ξενωνιανὴν Μαιδάτην̣ | |
| Αρσα Καλλιμάχου, φύσει Λιμναίου, φ[ι]- | |
| λόπατριν, ἱεραφάντριαν, ἱέρειαν̣ Τ̣ύ̣— | |
| 5 | χης τῆς πόλεως διὰ βίου, γυναῖκα γε- |
| νομένην Πουπλίου Πλανκίο̣[υ Μαγνι]- | |
| ανοῦ Ξένωνος, τειμηθεῖσαν̣ [πολ]- | |
| λάκις τειμαῖς πάσαις ἐπί τε φιλ[αν]- | |
| δρίᾳ καὶ σωφροσύνῃ καὶ φιλοτεκ[νί]- | |
| 10 | ᾳ, ἀγωνοθετήσασαν μετὰ τοῦ ἀν- |
| δρὸς τάχειον μὲν ἀγῶνος πολ[ει]- | |
| τικοῦ θέμιδος <․ʹ>, μετὰ δὲ τοῦτο ἀγω- | |
| νοθετεῖν καὶ προκαθέζεσθαι ἀγ[ῶ]- | |
| νος πενταετηρικοῦ οἰκουμενι- | |
| 15 | κοῦ Καισαρείου Κεσβελίου ․ν․ωνείου. |
| τὸν δὲ ἀνδριάντα ἀνέστησαν | |
| Πουπλία Πλανκία Αὐρηλία Μα- | |
| γνιανὴ Μοτοξαρις ἀχιέρεια τ[ῶν] | |
| Σεβαστῶν καὶ Πούπλιος Πλά[ν]- | |
| 20 | κιος Μαγνιανὸς Αἰλιανὸς Ἄρ[ρι]- |
| ος Περικλῆς τῆς φιλοτέκνου | |
| α[ὐ]τῶν μητρός. |