[ ]
Pisidia — Tymbriada — 2nd c. AD — C. Brixhe - R. Hodot, L'Asie Mineure du Nord au Sud (1988) 140, 46
1/24 | {²Alphabetic Oracles, ll. 1-24:}² αβγδεζηθικλμνξοπρστυφχψ[ω]. |
1 | α̣π̣[ε— — —14— — —]․Θ̣ΕΩΣ̣Ε̣․Ε․ μ̣έγ̣ας. |
βλέπ̣ε̣ΙΣ̣․․ΗΝ̣Ο̣[—3—]μ̣ασιν φαιδροῖς τύχη. | |
γ̣εωργὸς ὥς, ἔ̣[χιδ]ν̣αν εἰς κόλπους δέχῃ. | |
δρόμῳ χελώνης πτηνὸς ἡττήθη κόραξ. | |
5 | ἑκάτῃ πεποιθὼς μᾶλλον εὐθαρσὴς ἴθι. |
ζητεῖς τὰ κρυπτά· φωσφόρο̣ς δ’ ἔσ̣[τα]ι̣ τύχη. | |
ἡ Νέμεσις ἀνθρώποισι τὴν δίκην νέμει. | |
θεὰ σοφὴ βροτοῖσι ἡ πειθώ, ξένε. | |
ἱερὸν νόμιζε πανταχοῦ σεμνὸν τρόπον. | |
10 | κολοιὸς ὥσπερ, ἀλλοτρίοις τέρπῃ πτεροῖς. |
λόγοισι πίστιν προστίθει· γνώμης κράτει. | |
μεικρὸν ἀναμείνας μείζονος τεύξῃ χαρᾶς. | |
νυκτὸς κελαινῆς ἐκ μέσης ἔστα̣ι φάος. | |
ξένοισι συμβούλοισι χρήσασθαι κακ̣όν. | |
15 | οὔπω πέπ̣ε̣ιρον ὄμφακα̣, ἢν̣ θ̣ρέψῃ, λαβ̣έ. |
πρὶν ἤ τι δρᾶσαι, πρῶτα βουλεύου, ξένε. | |
ῥείθροις ἐναντίοισι μὴ πειρῶ πλ[έ]ειν. | |
σάραπιν αἰτοῦ χρησμόν, ἀψευδῆ θεόν. | |
τάμῃ θεοῖς ἀρεστά, μηδὲ πυνθάνου. | |
20 | ὑποψία μὲν ἔστιν, ἀλλὰ μὴ φοβοῦ. |
φίλοις ἀπιστεῖν κρεῖττον οὐκ ὀρθοῖς φίλοις. | |
χαρὰν ἀπροσδόκητον ἕξεις εὐθέως. | |
ψυκῆς καθαρμὸν σώματός τε προσδέχου. | |
[ᾧ] πρευμενὴς Σάραπις, οὗτος εὐτυχεῖ. |