[ ]
Pisidia — Tymbriada — 2nd c. AD — C. Brixhe - R. Hodot, L'Asie Mineure du Nord au Sud (1988) 140, 46
| 1/24 | {²Alphabetic Oracles, ll. 1-24:}² αβγδεζηθικλμνξοπρστυφχψ[ω]. |
| 1 | α̣π̣[ε— — —14— — —]․Θ̣ΕΩΣ̣Ε̣․Ε․ μ̣έγ̣ας. |
| βλέπ̣ε̣ΙΣ̣․․ΗΝ̣Ο̣[—3—]μ̣ασιν φαιδροῖς τύχη. | |
| γ̣εωργὸς ὥς, ἔ̣[χιδ]ν̣αν εἰς κόλπους δέχῃ. | |
| δρόμῳ χελώνης πτηνὸς ἡττήθη κόραξ. | |
| 5 | ἑκάτῃ πεποιθὼς μᾶλλον εὐθαρσὴς ἴθι. |
| ζητεῖς τὰ κρυπτά· φωσφόρο̣ς δ’ ἔσ̣[τα]ι̣ τύχη. | |
| ἡ Νέμεσις ἀνθρώποισι τὴν δίκην νέμει. | |
| θεὰ σοφὴ βροτοῖσι ἡ πειθώ, ξένε. | |
| ἱερὸν νόμιζε πανταχοῦ σεμνὸν τρόπον. | |
| 10 | κολοιὸς ὥσπερ, ἀλλοτρίοις τέρπῃ πτεροῖς. |
| λόγοισι πίστιν προστίθει· γνώμης κράτει. | |
| μεικρὸν ἀναμείνας μείζονος τεύξῃ χαρᾶς. | |
| νυκτὸς κελαινῆς ἐκ μέσης ἔστα̣ι φάος. | |
| ξένοισι συμβούλοισι χρήσασθαι κακ̣όν. | |
| 15 | οὔπω πέπ̣ε̣ιρον ὄμφακα̣, ἢν̣ θ̣ρέψῃ, λαβ̣έ. |
| πρὶν ἤ τι δρᾶσαι, πρῶτα βουλεύου, ξένε. | |
| ῥείθροις ἐναντίοισι μὴ πειρῶ πλ[έ]ειν. | |
| σάραπιν αἰτοῦ χρησμόν, ἀψευδῆ θεόν. | |
| τάμῃ θεοῖς ἀρεστά, μηδὲ πυνθάνου. | |
| 20 | ὑποψία μὲν ἔστιν, ἀλλὰ μὴ φοβοῦ. |
| φίλοις ἀπιστεῖν κρεῖττον οὐκ ὀρθοῖς φίλοις. | |
| χαρὰν ἀπροσδόκητον ἕξεις εὐθέως. | |
| ψυκῆς καθαρμὸν σώματός τε προσδέχου. | |
| [ᾧ] πρευμενὴς Σάραπις, οὗτος εὐτυχεῖ. |