[ ]
Pisid. — Sagalassos (Ağlasun) — 4th c. AD — GVI 913a — IGR 3.362
| 1 | πάντη μὲν κῦ̣δος Τερτύλλου [πρίν ποτ’ ἀγαστόν] |
| ἔκ τε σοφῶν ἔργων ἔκ τε ἀγαθῶν πατέρω[ν]. | |
| νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτ[ῶν] | |
| τόσσην ἐν σταδίοις ἐστόρ̣εσεν στρατι[ήν], | |
| 5 | ἄρκτο̣υς πορδά[λι]άς τε κατέκ̣τανεν ἠδὲ λέ[οντας], |
| σ̣φῶν κτεάνων πάτρην πρεσβυτέρην θέμενο[ς]· | |
| τῷ μετὰ κ̣λεινὸν Ἄρην ἐναγ̣ώνιός ἐστι καὶ̣ Ἑρμ[ῆς], | |
| νείκην πορσύνων ἀνδράσιν ἀθλοφόροις. | |
| τοὔνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευ[σαν], | |
| 10 | αἱ δ’ ἀρεταὶ τούτου καὶ προγ̣όνων πλέον[ες]. |
| σῆμα δέ, κεἰ τέχνα Φρύγιον λίθον ἔργῳ ἐλέ[γχει], | |
| ψεύδεται· ἐγ γαίης τῆσδε πέφυκε λίθος. |