[ ]
Argeia — Argos — 116-117 AD
| 1 | [Τ]ιβ(έριον) ∙ Κλαύδιον Φλαβίου Τερτίου υἱὸ[ν] |
| Τ̣έρτιον Φλαβιανόν, ἄρξαντα φιλοτεί- | |
| μως καὶ θέντα ἔλαιον πρῶτον ἐν ταῖ[ς] | |
| θέαις τοῦ κυρίου vac. Αὐτοκράτο- | |
| 5 | ρος Νέρβα Τραϊα%⁸¹νοῦ Καίσαρος |
| ἀρίστου Σεβαστοῦ Γερμανικοῦ̣ | |
| Δακικοῦ ∙ Παρθικοῦ καὶ ἀγωνοθε- | |
| τήσαντα Σεβαστείων καὶ Νεμεί- | |
| ων δικαίως καὶ μεγαλοψύχως, | |
| 10 | ἔν τε διανομαῖς καὶ δημοθοινί- |
| αις ∙ καὶ θέντα ἔ[λα]ιον κατὰ πᾶν γυ- | |
| μνάσιον καὶ βα[λ]ανεῖον πᾶν | |
| ἀνεπικωλύτως ἀπὸ ἀνατολῆς | |
| ἡλίου μέχρι δ%⁸¹ύσεος καὶ θύσαν- | |
| 15 | τα τῷ Διὶ τῷ vac. Νεμείῳ ἑκατόμ- |
| βην, ἡ φυλ%⁸¹ὴ τῶν Ὑρναθίων | |
| τὸν ἴδιον προστάτην. |