[ ]
Pisid. — Ariassos (Bademağacı, S. of) — BCH 16.1892.431,62
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτειμή- |
| σεν Ὅπλωνα Ξένωνος ἄνδρ- | |
| α καλὸν καὶ ἀγαθὸν διὰ τῶν | |
| γονῶν ἀγαθῶν τε καὶ ἐν- | |
| 5 | δόξων γενόμενον εὔ[νουν τῇ] |
| πατρίδι, παραφυλάξαντά τε καὶ [— — —α]ν- | |
| τα ἐπιφανῶς καὶ πολλὰ δι[— — —] | |
| τῇ πόλει ἐφιλοτειμημένον {²⁶πεφιλοτειμημένον}²⁶, τε- | |
| ιμῆς καὶ εὐχαριστίας ἕνεκεν. |