[ ]
Pisid. — Ariassos (Bademağacı, S. of) — BCH 16.1892.431,62
1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτειμή- |
σεν Ὅπλωνα Ξένωνος ἄνδρ- | |
α καλὸν καὶ ἀγαθὸν διὰ τῶν | |
γονῶν ἀγαθῶν τε καὶ ἐν- | |
5 | δόξων γενόμενον εὔ[νουν τῇ] |
πατρίδι, παραφυλάξαντά τε καὶ [— — —α]ν- | |
τα ἐπιφανῶς καὶ πολλὰ δι[— — —] | |
τῇ πόλει ἐφιλοτειμημένον {²⁶πεφιλοτειμημένον}²⁶, τε- | |
ιμῆς καὶ εὐχαριστίας ἕνεκεν. |