[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Σανδα, Ἑρμαίου Ποτάμωνος θυγάτηρ, χήρα, τὴν θήκην σὺν καὶ τῶ περικειμένω |
τῆς ψαλίδος κόσμω ἑαυτῆ, ἐφ’ ὧ οὐκ ἐξέσται οὐδενὶ ἀνοῖξαι τὴν θήκην μετὰ τὴν | |
κηδείαν αὐτῆς οὐδ’ ἀποθέσθαι τι πτῶμα ἐν αὐτῆ, ἐπεὶ ὁ πειράσας ἐκτείσει | |
τῶ δήμω δηνάρια μύρια, παντὸς ἔχοντος ἐξουσίαν ἐγδικεῖν ἐπὶ τῶ τρίτω καὶ | |
5 | πᾶς δὲ ὁ παρατυχὼν |
ἐξουσίαν ἕξει κωλύειν | |
ἀνυπεύθυνος. | |
ἡ δὲ σημείωσις αὕτη ἐγένετο καὶ | |
διὰ χρεοφυλακίου πρ(οβούλου) | |
10 | Οπλεους τρὶς Πιλλακο<ο>υ Μανη- |
σου, μη(νὸς) Θεσμοφορίου ιδʹ. |