[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Σανδα, Ἑρμαίου Ποτάμωνος θυγάτηρ, χήρα, τὴν θήκην σὺν καὶ τῶ περικειμένω |
| τῆς ψαλίδος κόσμω ἑαυτῆ, ἐφ’ ὧ οὐκ ἐξέσται οὐδενὶ ἀνοῖξαι τὴν θήκην μετὰ τὴν | |
| κηδείαν αὐτῆς οὐδ’ ἀποθέσθαι τι πτῶμα ἐν αὐτῆ, ἐπεὶ ὁ πειράσας ἐκτείσει | |
| τῶ δήμω δηνάρια μύρια, παντὸς ἔχοντος ἐξουσίαν ἐγδικεῖν ἐπὶ τῶ τρίτω καὶ | |
| 5 | πᾶς δὲ ὁ παρατυχὼν |
| ἐξουσίαν ἕξει κωλύειν | |
| ἀνυπεύθυνος. | |
| ἡ δὲ σημείωσις αὕτη ἐγένετο καὶ | |
| διὰ χρεοφυλακίου πρ(οβούλου) | |
| 10 | Οπλεους τρὶς Πιλλακο<ο>υ Μανη- |
| σου, μη(νὸς) Θεσμοφορίου ιδʹ. |