[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Βοιωτὸς μὲν ἐμοί̣ [γε] π̣ατήρ. ἐκάλουν δέ με πάντες
Αὐ(ρήλιον) Πάμφιλον, οὕνε̣κ’ ἔην πᾶσι φιλητότατος.
  κεῖμαι <δ>ὲ ἐνθάδε νῦν ἱλαρῶς Ἀμμία μ̣ε̣<τ>ὰ μ̣ούνη,
                      τῆ φιλίη ἀλόχω
5                       τερπόμενος
                        γαμετῆ.
                      ἑρμογένην δὲ γό-
                      νον ἐθέλω τρίτατον
                      ἐνιβῆναι· οὐδέ τις ἄλλ[ος]
10                       ἐμῶ τύμβω τούτω ἐνο[χλήσι]
                      ἢ δώσει Σολυμεῖ
                      μνᾶς δέκα τοῦ-
                        το μ̣έ̣[τ]α.
  ἂν ἀνίης ἐπὶ δαῖτα θεῶ θυσ̣ίην ἀνάγων σὺ
15   ἢ λίβανον θήσων ἢ πάλιν αὖθις ἴης,
  κάμοῦ σὺ μνήμην ἀγαθήν παράγων ἔχε φωνήν·
  τοῦτο λέγειν σε θέλω· πάμφιλε, χαῖρε, ἀγαθέ.
Search Help