[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Βοιωτὸς μὲν ἐμοί̣ [γε] π̣ατήρ. ἐκάλουν δέ με πάντες |
| Αὐ(ρήλιον) Πάμφιλον, οὕνε̣κ’ ἔην πᾶσι φιλητότατος. | |
| κεῖμαι <δ>ὲ ἐνθάδε νῦν ἱλαρῶς Ἀμμία μ̣ε̣<τ>ὰ μ̣ούνη, | |
| τῆ φιλίη ἀλόχω | |
| 5 | τερπόμενος |
| γαμετῆ. | |
| ἑρμογένην δὲ γό- | |
| νον ἐθέλω τρίτατον | |
| ἐνιβῆναι· οὐδέ τις ἄλλ[ος] | |
| 10 | ἐμῶ τύμβω τούτω ἐνο[χλήσι] |
| ἢ δώσει Σολυμεῖ | |
| μνᾶς δέκα τοῦ- | |
| το μ̣έ̣[τ]α. | |
| ἂν ἀνίης ἐπὶ δαῖτα θεῶ θυσ̣ίην ἀνάγων σὺ | |
| 15 | ἢ λίβανον θήσων ἢ πάλιν αὖθις ἴης, |
| κάμοῦ σὺ μνήμην ἀγαθήν παράγων ἔχε φωνήν· | |
| τοῦτο λέγειν σε θέλω· πάμφιλε, χαῖρε, ἀγαθέ. |