[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Ματεις, θυ(γάτηρ) Αὐρ(ηλίου) Μο̣[λεο]υ̣ς̣ Τερβημιος, τὴν σωματοθήκην ἑαυτῆ
καὶ τῶ ἀνδρὶ αὐτῆς Αὐρ(ηλίω) Τροκονδα δὶς Γλύκωνος Τροκονδου καὶ τοῖς τέκνοις αὐτῶν
     Αὐρ(ηλίοις) Τροκονδα καὶ Γλύκωνι, ἐὰν βουληθῶσιν· μετὰ δὲ τὴν ἀποβίωσιν αὐτῶν οὐδενὶ
                            ἑτέρω ἐξέσται <αἵ>τερον
5                             ἐπιθάψαι πτῶμα ἢ
                            ἀνῦξαι κατά τινα τρόπ<ο>ν,
                            ἐπεὶ ὁ πειράσας ἐκτεί-
                            σει τῶ δήμω (δην.) ͵αφʹ καὶ
                            ἔν[ο]χος αἴσται ἐνκλήμα-
10                             τι τυμβωρυχίας καὶ ἀρ̣αῖς
                            ταῖς εἰς τοὺς κατοιχομέ-
                                    νους.
Search Help
Contact Us