[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ήλιος) Εὐσέβης Φιλίνου ὁ καὶ Σύμμαχος τὴν σωματοθήκην |
| ἑαυτῶ καὶ τῆ προενούση γυ(ναικὶ) αὐτοῦ Αὐρ(ηλία) Αρμαστα Μανησου | |
| καὶ τοῖς τέκνοις | |
| αὐτῶν· ἑτέρω δὲ | |
| 5 | μηδενὶ ἐξέστω |
| ἐπιθάψαι, ἐπεὶ | |
| ὁ πειράσας ἐκτεί- | |
| σει τῶ δήμω δραχμὰς ͵αφʹ καὶ ἐνεχεθήσεται ἐνκλήματι τυμ̣βωρυχίας. |