[ ] Bith. — Prusias ad Hypium (Üskübü)
1 Αὐρ. Χαρίτων
μνήμην ἑαυτοῦ
καὶ τῶν γλυκυτ[ά]-
των σὺν ἐμο[ί]·
5 ταῦτα γὰρ κληρο-
νόμοι οὐ ποιοῦσιν·
εἰ δέ τις ὑβρίσει ἢ̣
ἕτερον σῶμα κατα-
θήσει, δώσει προσ-
10 τείμου τῷ μὲν ἱερω-
τάτῳ ταμείῳ (δην.) σνʹ
καὶ τῇ κυρίᾳ μου πα-
τρίδι (δην.) σνʹ.
χαίρετε.
Search Help
Contact Us