[ ] Bith. — Prusias ad Hypium (Üskübü) — early 3rd c. AD
1 ἀγαθῆι τύχηι·
Μ. Αὐρήλιον
Ἀντωνεῖνον
τὸν κράτιστον
5 πρειμιπειλάριν
καὶ ἐπίτροπον
τοῦ Σεβαστοῦ,
φιλόπατριν,
ἀνδρεῖον, κόσμιον,
10 φιλόξενον, ἀληθῆ,
ἰσότειμον, σπουδαῖον,
πάσῃ ἀρετῇ
κεκοσμημένον,
φυλὴ Ἀντωνιανὴ
15 τὸν ἴδιον εὐεργέτην
καὶ τῆς πατρίδος.
Search Help
Contact Us