[ ]
Bith. — Prusias ad Hypium (Üskübü)
1 | τ̣ὸν ἐκ προγόν̣ων συνκλητ̣ικ[ῶν] |
[κ]αὶ ὑπατικῶν Τίτιον Οὔλπιο[ν] | |
Αἰλιανὸ[ν] | |
Παπιανὸν | |
5 | Βειθυνιάρχην καὶ Ποντάρχην, |
τοῦ κοινοῦ νάου τῶν μυστηρίων | |
[ἱ]εροφάντην καὶ σεβαστοφάντην, | |
μόνον καὶ πρῶτον μετὰ τὴν ἐν τῇ | |
μητροπόλει Νεικομηδείᾳ φιλοδοσ̣ίαν̣ | |
10 | ἀπό τῶν λειψάνων φιλοτειμησάμενον̣ |
καὶ ἐν τῇ πατρίδι ἐν τῷ σχήματι, ἱερέα | |
διὰ βίου τοῦ Σωτῆρος Ἀ̣σκληπιο[ῦ κ]αὶ̣ | |
δόντα νομὴν πᾶσιν τοῖς ἐνκεκριμένο[ις] | |
καὶ τοῖς τὴν ἀγρ[ο]ικίαν κατοικοῦσιν, | |
15 | πολειτογρά[φ]ο̣ν διὰ βίου, κοινόβουλον, |
δεκάπρωτον, ἀγορανομήσαντα | |
ἐν σειτο[δ]είᾳ, γραμματεύσαντα, | |
ἄρξαντα τὴν μεγίστην ἀρχήν, δόντα | |
δύο νομὰς ἐκ τῶν ἰδίων πᾶσιν τοῖς | |
20 | ἐνκεκριμένοις καὶ τοῖς τὴν ἀγροικίαν |
κατοικοῦσιν, υἱὸν Οὐλπίου Τιτίου Αἰλιανο[ῦ] | |
Ἀντωνίνου, Βειθυνιάρχου καὶ Ποντάρχου | |
καὶ λογιστοῦ τῆς λαμπρ(οτάτης) Κιανῶν πόλιως | |
καὶ τὰς λοιπὰς πολειτείας πάσας πληρώσαντος, | |
25 | ἡ κρατίστη φύλη |
Σεβαστηνὴ | |
καὶ ἐν τούτῳ τὴν μεγαλοψυχίαν ἐπιδειξαμ[έ]- | |
νου τοῦ Παπιανοῦ καὶ τὸν ἀνδριάντα | |
κατ’ ἐπανγελίαν ἐκ τῶν ἰδίων | |
30 | [ἀ]ναστήσαντος. |