[ ]
Bith. — Prusias ad Hypium (Üskübü)
| 1 | τ̣ὸν ἐκ προγόν̣ων συνκλητ̣ικ[ῶν] |
| [κ]αὶ ὑπατικῶν Τίτιον Οὔλπιο[ν] | |
| Αἰλιανὸ[ν] | |
| Παπιανὸν | |
| 5 | Βειθυνιάρχην καὶ Ποντάρχην, |
| τοῦ κοινοῦ νάου τῶν μυστηρίων | |
| [ἱ]εροφάντην καὶ σεβαστοφάντην, | |
| μόνον καὶ πρῶτον μετὰ τὴν ἐν τῇ | |
| μητροπόλει Νεικομηδείᾳ φιλοδοσ̣ίαν̣ | |
| 10 | ἀπό τῶν λειψάνων φιλοτειμησάμενον̣ |
| καὶ ἐν τῇ πατρίδι ἐν τῷ σχήματι, ἱερέα | |
| διὰ βίου τοῦ Σωτῆρος Ἀ̣σκληπιο[ῦ κ]αὶ̣ | |
| δόντα νομὴν πᾶσιν τοῖς ἐνκεκριμένο[ις] | |
| καὶ τοῖς τὴν ἀγρ[ο]ικίαν κατοικοῦσιν, | |
| 15 | πολειτογρά[φ]ο̣ν διὰ βίου, κοινόβουλον, |
| δεκάπρωτον, ἀγορανομήσαντα | |
| ἐν σειτο[δ]είᾳ, γραμματεύσαντα, | |
| ἄρξαντα τὴν μεγίστην ἀρχήν, δόντα | |
| δύο νομὰς ἐκ τῶν ἰδίων πᾶσιν τοῖς | |
| 20 | ἐνκεκριμένοις καὶ τοῖς τὴν ἀγροικίαν |
| κατοικοῦσιν, υἱὸν Οὐλπίου Τιτίου Αἰλιανο[ῦ] | |
| Ἀντωνίνου, Βειθυνιάρχου καὶ Ποντάρχου | |
| καὶ λογιστοῦ τῆς λαμπρ(οτάτης) Κιανῶν πόλιως | |
| καὶ τὰς λοιπὰς πολειτείας πάσας πληρώσαντος, | |
| 25 | ἡ κρατίστη φύλη |
| Σεβαστηνὴ | |
| καὶ ἐν τούτῳ τὴν μεγαλοψυχίαν ἐπιδειξαμ[έ]- | |
| νου τοῦ Παπιανοῦ καὶ τὸν ἀνδριάντα | |
| κατ’ ἐπανγελίαν ἐκ τῶν ἰδίων | |
| 30 | [ἀ]ναστήσαντος. |