[ ]
Bith. — Nikaia (Iznik) — 1st c. BC — Anth.Pal. 7.701 — GVI 664
| 1 | ἰφθίμωι τόδ’ ἐπ’ ἀνδρὶ φίλη πόλις ἤινεσ’ Ἀχαιῶι |
| γράμμα παρ’ εὐύδρου νάμασιν Ἀσκανίης· | |
| κλαῦσε δὲ μιν Νίκαια· πατὴρ δ’ ἐπί οἱ Διομήδης | |
| λάινον ὑψιφαῆ τόνδ’ ἀνέτεινε τάφον, | |
| 5 | δύσμορος, αἰάζων ὀλοὸν κακόν· ἦ γὰρ ἐώικει |
| υἱέα οἱ τίνειν ταῦτα κατοιχομένωι. |