[ ]
Bith. — Nikomedeia (Izmit) — 1st c. BC — Anth.Pal. 7.627 — GVI 1472
| 1 | ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα, |
| κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου. | |
| Θύνιον Ἀστακίην δὲ μάλ’ ἤκαχες, ἥ σε μάλιστα | |
| οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον, | |
| 5 | Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας |
| μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας. |