1 | Μήνιος |
Μηνίου τοῦ Σκέψωνος. | |
Μηνίου υἷα κέκευθε πολυκλαύστου κόνις ἅδε, | |
ξεῖνε, τὸν ἀργαλέα Μοῖρα καθανύσατο, | |
5 | Μήνιον· εἰκοστῶι δὲ καὶ ἐμ πέμπτωι λυκάβαντι |
οὐκ ἀρὰς ἀνύσας εἰς Ἀχέροντα μόλεν· | |
οὐ μέλος ἀμφὶ χαρεῖσ’ ὑμενήϊον, ἀλλ’ ἀτελέστοις | |
Ἀχὼ ἐρημαία μύρεται ἐν θαλάμοις |
IK Kalchedon
31