| 1 | Μήνιος |
| Μηνίου τοῦ Σκέψωνος. | |
| Μηνίου υἷα κέκευθε πολυκλαύστου κόνις ἅδε, | |
| ξεῖνε, τὸν ἀργαλέα Μοῖρα καθανύσατο, | |
| 5 | Μήνιον· εἰκοστῶι δὲ καὶ ἐμ πέμπτωι λυκάβαντι |
| οὐκ ἀρὰς ἀνύσας εἰς Ἀχέροντα μόλεν· | |
| οὐ μέλος ἀμφὶ χαρεῖσ’ ὑμενήϊον, ἀλλ’ ἀτελέστοις | |
| Ἀχὼ ἐρημαία μύρεται ἐν θαλάμοις |
IK Kalchedon
31