[ ] Bith. — Kalchedon (Kadıköy) — 3rd c. BC
See also:
1        Μήνιος
       Μηνίου τοῦ Σκέψωνος.
Μηνίου υἷα κέκευθε πολυκλαύστου κόνις ἅδε,
  ξεῖνε, τὸν ἀργαλέα Μοῖρα καθανύσατο,
5 Μήνιον· εἰκοστῶι δὲ καὶ ἐμ πέμπτωι λυκάβαντι
  οὐκ ἀρὰς ἀνύσας εἰς Ἀχέροντα μόλεν·
οὐ μέλος ἀμφὶ χαρεῖσ’ ὑμενήϊον, ἀλλ’ ἀτελέστοις
  Ἀχὼ ἐρημαία μύρεται ἐν θαλάμοις
Search Help
Contact Us