[ ] Bith. — Prusa ad Olympum (Bursa) — 6th c. AD
1 Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,
  κρύψε δὲ παππώῳ μνήματι τῷδε λίθος̣·
οὔνομα Ῥουφῖνος γενόμην, πάϊς Αἰθερίοιο,
  μητρὸς δ’ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην·
5 ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,
  φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος.
κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρὸν ὁδῖτα·
  δὴ γὰρ ἔφυς ζωῶν ἢ πάϊς ἠὲ πατήρ.
Search Help
Contact Us