[ ]
Bith. — Prusa ad Olympum (Bursa) — 6th c. AD
1 | Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, |
κρύψε δὲ παππώῳ μνήματι τῷδε λίθος̣· | |
οὔνομα Ῥουφῖνος γενόμην, πάϊς Αἰθερίοιο, | |
μητρὸς δ’ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην· | |
5 | ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, |
φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος. | |
κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρὸν ὁδῖτα· | |
δὴ γὰρ ἔφυς ζωῶν ἢ πάϊς ἠὲ πατήρ. |