[ ]
Bith. — Nikaia (Iznik): Cihanköy/Orhangazi — ca. 281 BC
1 | εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὄστεα τύμβος, |
ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσσα βάρος· | |
πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα | |
ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι· | |
5 | [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα |
[κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς· | |
τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα | |
Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγέμονα. | |
8a | ἄλλο· |
9 | [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπιτύμβια χ<ε>ύοι |
10 | [ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον· |
αὐτὰρ ἐμὲ Φρυγίοιο πάρα ῥοόν, ἀμφί τε πάτρης, | |
ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων | |
εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα, | |
δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον· | |
15 | Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν |
αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον. |