[ ]
Bith. — Nikaia (Iznik): Cihanköy/Orhangazi — ca. 281 BC
| 1 | εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὄστεα τύμβος, |
| ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσσα βάρος· | |
| πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα | |
| ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι· | |
| 5 | [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα |
| [κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς· | |
| τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα | |
| Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγέμονα. | |
| 8a | ἄλλο· |
| 9 | [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπιτύμβια χ<ε>ύοι |
| 10 | [ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον· |
| αὐτὰρ ἐμὲ Φρυγίοιο πάρα ῥοόν, ἀμφί τε πάτρης, | |
| ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων | |
| εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα, | |
| δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον· | |
| 15 | Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν |
| αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον. |