[ ] Bith. — Nikaia (Iznik) — 218-222 AD — IK Iznik II,1 Add. p.329 — SEG 29.1281
1          ἀγαθηῖ τύχηι·
Φλ. Σεουηριανὸν Ἀσκλ[η]πιόδοτον
υἱὸν Τ. Φλ. Σεουηριαν[οῦ Δ]ημητρίου
τετιμημέ[ν]ον ὑπὸ τοῦ [δικ]αίου
5 καὶ θειοτάτου Αὐτοκράτ[ο]ρ[ος] Μ. Αὐρ.
[Ἀντωνείνου]〛 εὐσεβοῦς [Σ]ε̣[βασ]τοῦ τῇ
ἱερωσύνῃ θεᾶς Ῥώμης καὶ δ[ιηνε]κεῖ πορφύρᾳ
καὶ ἀγορανομήσαντα δίς, ἀργυροταμίαν
τῶν σι̣τ̣ωνικ[ῶ]ν χρημάτων, ἀργυροταμίαν
10 τῶν τῆς βουλῆς χρημάτων, συνδικήσαντα
τῇ πατρίδι πιστῶς, παραπέμψαντα θεὸν
Ἀντωνεῖνον, ἐπιτελέσαντα θέας μονο-
μαχιῶν καὶ κυνηγεσίων μεγαλοπρεπῶς,
παραπέμψαντα τὸν κύριον ἡμῶν Αὐτοκρά-
15 τορα 〚[Ἀντωνεῖνον]〛 Σεβαστὸν καὶ ἄρξαντα τὴν
μεγίστην ἀρχὴν κατ’ ἀξίαν τοῦ μεγέθους
καὶ τοῦ ἀξιώματος τῆς πατρίδος ἐν τῇ παρα-
πομπῇ καὶ παραχειμασίᾳ τῇ ἐν τῇ ἐπαρχείῳ
τοῦ θειοτάτου Αὐτοκράτορος Ἀντωνίνου
20 καὶ τῶν ἱερῶν αὐτοῦ στρατευμάτων
Τιμητιανὸς Πωλίων ἄρξας τῆς γερο[υσίας]
            τὸν ἑαυτὸν φίλον.
Search Help
Contact Us