[ ]
Bith. — Nikaia (Iznik) — 218-222 AD — IK Iznik II,1 Add. p.329 — SEG 29.1281
1 | ἀγαθηῖ τύχηι· |
Φλ. Σεουηριανὸν Ἀσκλ[η]πιόδοτον | |
υἱὸν Τ. Φλ. Σεουηριαν[οῦ Δ]ημητρίου | |
τετιμημέ[ν]ον ὑπὸ τοῦ [δικ]αίου | |
5 | καὶ θειοτάτου Αὐτοκράτ[ο]ρ[ος] Μ. Αὐρ. |
〚[Ἀντωνείνου]〛 εὐσεβοῦς [Σ]ε̣[βασ]τοῦ τῇ | |
ἱερωσύνῃ θεᾶς Ῥώμης καὶ δ[ιηνε]κεῖ πορφύρᾳ | |
καὶ ἀγορανομήσαντα δίς, ἀργυροταμίαν | |
τῶν σι̣τ̣ωνικ[ῶ]ν χρημάτων, ἀργυροταμίαν | |
10 | τῶν τῆς βουλῆς χρημάτων, συνδικήσαντα |
τῇ πατρίδι πιστῶς, παραπέμψαντα θεὸν | |
Ἀντωνεῖνον, ἐπιτελέσαντα θέας μονο- | |
μαχιῶν καὶ κυνηγεσίων μεγαλοπρεπῶς, | |
παραπέμψαντα τὸν κύριον ἡμῶν Αὐτοκρά- | |
15 | τορα 〚[Ἀντωνεῖνον]〛 Σεβαστὸν καὶ ἄρξαντα τὴν |
μεγίστην ἀρχὴν κατ’ ἀξίαν τοῦ μεγέθους | |
καὶ τοῦ ἀξιώματος τῆς πατρίδος ἐν τῇ παρα- | |
πομπῇ καὶ παραχειμασίᾳ τῇ ἐν τῇ ἐπαρχείῳ | |
τοῦ θειοτάτου Αὐτοκράτορος Ἀντωνίνου | |
20 | καὶ τῶν ἱερῶν αὐτοῦ στρατευμάτων |
Τιμητιανὸς Πωλίων ἄρξας τῆς γερο[υσίας] | |
τὸν ἑαυτὸν φίλον. |