[ ]
Lyd. — Katakekaumene — ca. 85 BC — EA 13 (1989) 42, 2
| 1 | Μηνὶ Ἀξιοττηνῷ καὶ τῇ δυ- |
| νάμι αὐτοῦ· ἐπὶ {²⁶ἐπεὶ}²⁶ Πρέπουσα | |
| ἀπελευθέρα τῆς εἱερείας | |
| εὔξετο ὑπὲρ υἱοῦ Φιλήμο- | |
| 5 | νος, εἰ ἔσται ὁλόκληρος καὶ ἰα- |
| τροῖς μὴ ποσδαπανήσι, στηλ- | |
| λογραφῆσαι, καὶ γενομένης | |
| τῆς εὐχῆς οὐκ ἀπέδωκεν, | |
| νῦν ὁ θεὸς ἀπῄτησε τὴν εὐ- | |
| 10 | χὴν καὶ ἐκόλασε τὸν πατέρα |
| Φιλήμονα· καὶ ἀποδίδι τὴν | |
| εὐχὴν ὑπὲρ τοῦ υἱοῦ καὶ ἀπὸ | |
| νῦν εὐλογῖ. |