[ ] Lyd. — Sardis (Sart) — 211/212 AD — The Bath-Gymnasium Complex at Sardis (1986) 170, 3
See also:
1 [θεο]ῖς πατρίοις καὶ Αὐ[τοκ]ράτορι Καίσα-
ρι Μ. Αὐρ. Ἀντωνίνῳ Εὐσεβε[ῖ Σεβαστῷ καὶ]
Αὐτοκράτορι Καίσαρι Πο. Σε〚[πτιμίῳ Γέτᾳ]
Σεβαστῷ καὶ Ἰουλίᾳ Σεβαστῇ μητρὶ κ[άστρων καὶ τῶν]
5 [Αὐτο]κρατόρων ∙ καὶ παντὶ τῷ οἴκῳ τῶν Σεβαστῶν καὶ ἱε-
[ρ]ᾷ συγκλήτῳ ∙ καὶ δήμῳ Ῥωμαίων ∙ ἡ μητρόπολις τῆς
Ἀσίας καὶ δὶς νεωκόρος τῶν Σεβαστῶν κατὰ τὰ δό-
γματα τῆς ἱερᾶς συγκλήτου φίλη καὶ σύμμαχος
[Ῥωμαίων] καὶ οἰκεία τῶν κυρίων ἡμῶν Αὐτοκ[ρατόρ]ων Σαρδιανῶν πό-
10 [λ]ις ∙ τὸ ἀλειπτήριον ἐκ θεμελίων σὺν παντὶ τῷ [λιθίνῳ κόσμῳ]
κατεσκεύασεν ἐπὶ ἀνθυπάτου Τ․〚—c.11-12—〛, ἐπιτροπεύοντος τῆς Ἀσ[ία]ς Δι-
ονυσίου τ[οῦ κρατί]στου, λογιστεύ[ο]ντος τῆς πόλεως [— —c.13— —]
[․․․․ το]ῦ κρατ[ίσ]του ἀνθυπάτου Ἑλλάδος. {²vac.}²
ἐχρυσώθη δὲ τὸ ἔργον ὑπὸ τῆς πόλεως καὶ Ἀντωνί-
15 ας Σαβείνης ὑπατικῆς καὶ Φλαβίας Πωλλίττης ὑ[πατικῆς]
[λο]γιστεύοντος Ι. Ἀντ. Κοδράτου Ἀττάλου τοῦ κρατίστου. ❦
Search Help
Contact Us