[ ]
Lyd. — Sardis (Sart) — 211/212 AD — The Bath-Gymnasium Complex at Sardis (1986) 170, 3
See also:
| 1 | [θεο]ῖς πατρίοις καὶ Αὐ[τοκ]ράτορι Καίσα- |
| ρι Μ. Αὐρ. Ἀντωνίνῳ Εὐσεβε[ῖ Σεβαστῷ καὶ] | |
| Αὐτοκράτορι Καίσαρι Πο. Σε〚[πτιμίῳ Γέτᾳ]〛 | |
| Σεβαστῷ καὶ Ἰουλίᾳ Σεβαστῇ μητρὶ κ[άστρων καὶ τῶν] | |
| 5 | [Αὐτο]κρατόρων ∙ καὶ παντὶ τῷ οἴκῳ τῶν Σεβαστῶν καὶ ἱε- |
| [ρ]ᾷ συγκλήτῳ ∙ καὶ δήμῳ Ῥωμαίων ∙ ἡ μητρόπολις τῆς | |
| Ἀσίας καὶ δὶς νεωκόρος τῶν Σεβαστῶν κατὰ τὰ δό- | |
| γματα τῆς ἱερᾶς συγκλήτου φίλη καὶ σύμμαχος | |
| [Ῥωμαίων] καὶ οἰκεία τῶν κυρίων ἡμῶν Αὐτοκ[ρατόρ]ων Σαρδιανῶν πό- | |
| 10 | [λ]ις ∙ τὸ ἀλειπτήριον ἐκ θεμελίων σὺν παντὶ τῷ [λιθίνῳ κόσμῳ] |
| κατεσκεύασεν ἐπὶ ἀνθυπάτου Τ․〚—c.11-12—〛, ἐπιτροπεύοντος τῆς Ἀσ[ία]ς Δι- | |
| ονυσίου τ[οῦ κρατί]στου, λογιστεύ[ο]ντος τῆς πόλεως [— —c.13— —] | |
| [․․․․ το]ῦ κρατ[ίσ]του ἀνθυπάτου Ἑλλάδος. {²vac.}² | |
| ἐχρυσώθη δὲ τὸ ἔργον ὑπὸ τῆς πόλεως καὶ Ἀντωνί- | |
| 15 | ας Σαβείνης ὑπατικῆς καὶ Φλαβίας Πωλλίττης ὑ[πατικῆς] |
| [λο]γιστεύοντος Ι. Ἀντ. Κοδράτου Ἀττάλου τοῦ κρατίστου. ❦ |