[ ]
Lyd. — Saittai (Sidaskale), area of? — 148/149 AD — EA 6 (1985) 57, 2
1 | ἔτους σλγʹ, μη(νὸς) Δύστρου εʹ. |
1a | {²relief}² |
2 | Θειογένην κατὰ τύμβος ἔχει γηραιόν, ὁδῖτα, |
ἱερέα Λαρμηνῆς, εὐσεβίης κανόνα, | |
ῥώμῃ δ’ ἡμιθέοις ἐναλίνκιον ἡρώεσσιν, | |
5 | τὸν πάσης ἀρετῆς κῦδος ἐνινκάμενον. |
5a | {²vacat}² |
6 | υἱὸν ἔχει κατὰ γαῖα χυτὴ κλυτὸν Εὐβούλοιο |
βαιὸν ὑπουράνιον Μοιρῶν πάρα νῆμα λαχόντα | |
Ἡφαιστίωνα, φυὴν ἀγαθὸν καὶ εἶδος ἄριστον, | |
τὸν πᾶς ἔξοχα τείμα ὅμως νέος ἠδὲ παλαιός, | |
10 | νοῦς ὅτι οἷ πολιὸς τό τε μείλιχον ἦν ἐπὶ γλώσσῃ |
ἠιθέῳ περ ἐόντι· καταστάξασα δὲ λήθην | |
παιδὸς ἀφ’ ἡλικίην ὑακίνθινον ὤλεσε Κλωθώ, | |
πρὶν γένυν ἀνθῆσαι μαλακὴν τρίχα· πᾶς δ’ ἄρα δῆμος | |
πένθος κοινώσαντο, ἐπεὶ θάνε σεμνὸς ἔφηβος· | |
15 | ἀλλὰ γὰρ εὐσεβέων Κυλλήνιος οὐ τέκνα φωτῶν |
ῥάβδῳ ἄγων Ἀχέροντι καταστυγίῳ πορθμεύει, | |
ἀλλ’ ὅ γ’ ἐς Ἠλύσιον πεδίον τρέπει, ἔνθα τε Πλουτεὺς | |
ὥρισεν ἡρώεσσιν ἐφέστιον ἀκροδίκοισιν. |