[ ]
Lyd. — Saittai (Sidaskale), area of? — 148/149 AD — EA 6 (1985) 57, 2
| 1 | ἔτους σλγʹ, μη(νὸς) Δύστρου εʹ. |
| 1a | {²relief}² |
| 2 | Θειογένην κατὰ τύμβος ἔχει γηραιόν, ὁδῖτα, |
| ἱερέα Λαρμηνῆς, εὐσεβίης κανόνα, | |
| ῥώμῃ δ’ ἡμιθέοις ἐναλίνκιον ἡρώεσσιν, | |
| 5 | τὸν πάσης ἀρετῆς κῦδος ἐνινκάμενον. |
| 5a | {²vacat}² |
| 6 | υἱὸν ἔχει κατὰ γαῖα χυτὴ κλυτὸν Εὐβούλοιο |
| βαιὸν ὑπουράνιον Μοιρῶν πάρα νῆμα λαχόντα | |
| Ἡφαιστίωνα, φυὴν ἀγαθὸν καὶ εἶδος ἄριστον, | |
| τὸν πᾶς ἔξοχα τείμα ὅμως νέος ἠδὲ παλαιός, | |
| 10 | νοῦς ὅτι οἷ πολιὸς τό τε μείλιχον ἦν ἐπὶ γλώσσῃ |
| ἠιθέῳ περ ἐόντι· καταστάξασα δὲ λήθην | |
| παιδὸς ἀφ’ ἡλικίην ὑακίνθινον ὤλεσε Κλωθώ, | |
| πρὶν γένυν ἀνθῆσαι μαλακὴν τρίχα· πᾶς δ’ ἄρα δῆμος | |
| πένθος κοινώσαντο, ἐπεὶ θάνε σεμνὸς ἔφηβος· | |
| 15 | ἀλλὰ γὰρ εὐσεβέων Κυλλήνιος οὐ τέκνα φωτῶν |
| ῥάβδῳ ἄγων Ἀχέροντι καταστυγίῳ πορθμεύει, | |
| ἀλλ’ ὅ γ’ ἐς Ἠλύσιον πεδίον τρέπει, ἔνθα τε Πλουτεὺς | |
| ὥρισεν ἡρώεσσιν ἐφέστιον ἀκροδίκοισιν. |