| 1 | — — —Ο̣Ι̣Ε̣Ι̣Α̣Σ̣ ὑμῖν ὁ |
| [— — — πρε]σβευτὴς ὁ λαμπρότα- | |
| [τος ὑπατικὸς καὶ φίλο]ς̣ ἡμῶν καὶ διαλεχθεὶς πά- | |
| [λιν(?) — — —] ἐ̣π̣ὶ̣ τοῦ ψηφίσματος ἤτει τε | |
| 5 | — — — ἡ̣μᾶς ἀφεῖναι τὴν πόλιν τῆς ἐπὶ τὰς |
| [ἀρχιερ]ωσύνας καὶ τὰς τῶν πανηγύρεων ἀρχὰς | |
| [πρ]ὸς τὰς μητροπόλεις συντελείας ὡς ὑπάρξαν | |
| αὐτῇ πρότερον τὸ καὶ ταῖς μητροπόλεσιν αὐταῖς | |
| συναριθμεῖσθαι· δέχεσθε δὴ κοσμίως τὴν χάριν | |
| 10 | ὡσανεὶ συμψηφισαμένων ὑμεῖν ταῦτα καὶ τῶν |
| μητροπόλεων οὐχ ὡς ἀφελόμενοί τι αὐτάς· πρέπειε | |
| γὰρ οὕτω καὶ τοὺς διά τι χρηστὸν τυχόντας δωρεᾶς | |
| ἐπιεικεστάτην {χρὴ} τὴν παράλημψιν αὐτῆς καὶ ἀξίαν | |
| τῶν διδομένων ποιεῖσθαι, βλάβης μὲν μηδεμιᾶς | |
| 15 | μήτε ἐκ ταύτης τῆς δωρεᾶς μήτε ἐξ ἄλλης ἡστι- |
| νοσοῦν ἑτέρᾳ πόλει συμβαίνειν ὀφειλούσης, | |
| αὐτὸ δὲ τοῦτο οὐχ ὑπολογιουμένων τῶν | |
| μητροπόλεων ἑαυτῶν ζημίαν, εἰ τῆς περὶ | |
| τὰ ῥηθέντα λιτουργίας ἀξίοις οὖσιν ὑμεῖν | |
| 20 | ἄφεσιν ἔδομεν. {²vac.}² ἐπρέσβευεν |
| Πόπλιος Αἴλιος Πίγρης ὁ φίλος ἡμῶν. | |
| εὐτυχεῖτε, Φιλαδελφεῖς ἡμέτεροι. | |
| ἐδόθη | |
| πρὸ ιεʹ καλανδῶν Φεβρουαρίων τοῖς | |
| 25 | κυρίοις ἡμῶν Οὐαλεριανῷ τὸ γʹ καὶ Γαλλιηνῷ τὸ βʹ |
| Σεβαστοῖς ὑπάτοις vv ἀπὸ Ἀντιοχείας. |
SEG
17:528